阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἑπτασύλλαβος λόγος

Ἐφραίμ ὁ Σύρος

Η καθαρότητα της καρδίας έναντι του πονηρού

Η παρουσία του Χριστού ως φωτός που απομακρύνει τον εχθρό και οι συνέπειες της αθέτησης των θείων εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ὅταν ἴδῃ ὁ Ἐχθρὸς Χριστὸν ὄντα μεθ᾽ ἡμῶν, τὸ φῶς τὸ ἀληθινόν, οὐ τολμᾷ ἀντιβλέψαι τὸ σύνολον εἰς ἡμᾶς. Τὸ γὰρ φῶς τὸ ἐν ἡμῖν τυφλοῖ ὀφθαλμοὺς αὐτοῦ. Καθὼς οὖν καὶ προεῖπον, φιλόχριστοι ἀδελφοί, σπουδάσωμεν ἑαυτῶν τὰς καρδίας καθάραι, ὥστε ἐπισπάσασθαι εἰς ἡμῶν βοήθειαν τὴν χάριν τοῦ Πνεύματος, καὶ οὐκέτι καθ᾽ ἡμῶν ἰσχύει ὁ Πονηρός. Ἰσχὺν δὲ αὐτῷ δίδομεν οἱ ἄφρονες ἐν τῷ ἡμᾶς μακρύνειν ἑαυτοὺς ἀπὸ Θεοῦ διὰ ἀθετησίας τῶν ἁγίων ἐντολῶν. Λαβὼν δὲ ἡμᾶς γυμνοὺς τῆς χάριτος ὁ Ἐχθρός, ὁδηγεῖ ἡμᾶς αὐτὸς εἰς τὴν ἑαυτοῦ ὁδόν.