Κατὰ τῶν πονηρῶν γυναικῶν Οὐδὲν τοίνυν ἐφάμιλλον θηρίον γυναικὸς πονηρᾶς καὶ γλωσσώδους. Τί γὰρ λέοντος δεινότερον ἐν τετράποσιν, ἢ τί ὠμότερον δράκοντος ἐν ἑρπετοῖς; Ἀλλ᾽ οὐδὲν πλὴν γυναικὸς πονηρᾶς! Ὅτι δὲ λέων καὶ δράκων ἐν τῷ κακῷ ἔλαττον τυγχάνουσι, μαρτυρεῖ καὶ ὁ Σοφὸς λέγων· συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδόκησον, ἢ μετὰ πονηρᾶς γυναικός· καὶ γὰρ λέοντες τὸν Δανιὴλ ἐν τῷ λάκκῳ ᾐδέσθησαν, τὸν δὲ Ναβουθὲ Ἰεζάβελ ἐφόνευσε· τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξε, Δαλιλὰ δὲ τὸν Σαμψὼν ξυράσασα, τοῖς ἀλλοφύλοις παρέδωκε· δράκοντες καὶ ἀσπίδες καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμασαν, Ἡρῳδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, ἡ δὲ Ἰεζάβελ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον κατεδίωκε· καὶ φοβηθεὶς ἔφυγεν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τεσσαράκοντα, καὶ ἀθυμήσας ᾐτήσατο ἀποθανεῖν, λέγων· Κύριε ὁ Θεός, ἱκανούσθω νῦν· λάβε τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. Οἴμοι, ὁ Προφήτης ἐφοβήθη γυναῖκα! Ὁ τῆς οἰκουμένης ὅλον τὸν ὑετὸν ἐν τῇ γλώσσῃ βαστάζων· ὁ πῦρ οὐρανόθεν ῥήματι καταγαγὼν καὶ δι᾽ εὐχῆς νεκρὸν ἐγείρας, γυναῖκα ἐφοβήθη! Οὐδεμία γὰρ κακία συγκρίνεται γυναικὶ πονηρᾷ. Μαρτυρεῖ μοι τῷ λόγῳ καὶ ὁ Σοφός, λέγων· οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός.