Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς κεκοιμημένους πατέρας
Προοίμιο: Ο έπαινος και η πνευματική κοινωνία με τους αναχωρητές
Πρόσκληση σε δοξολογία των πατέρων της ερήμου και ανάδειξη της πνευματικής τους παρουσίας στη ζωή της Εκκλησίας.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο: Ο έπαινος και η πνευματική κοινωνία με τους αναχωρητές
Πρόσκληση σε δοξολογία των πατέρων της ερήμου και ανάδειξη της πνευματικής τους παρουσίας στη ζωή της Εκκλησίας.
Λόγος ἕτερος εἰς πατέρας τελειωθέντας Ἐν ταύτῃ ἡμέρᾳ τῇ πρώτῃ καὶ εὐσήμῳ, μυστήρια Υἱοῦ μονογενοῦς ἐνδόξως ᾂδοντες, βοήσωμεν ὕμνοις ἐν ἐκκλησίᾳ, οὔσης νύμφης τοῦ Χριστοῦ, κηρύσσοντες ἔπαθλα τῶν ὁσίων πατέρων καὶ ἐπαίνους ᾂδοντες τοῖς οἰκοῦσιν ἔρημον. Καὶ εἴπωμεν τὰ ἆθλα τῶν λιπόντων τὰς πόλεις καὶ πόθῳ θελησάντων τὰ ἔρημα οἰκῆσαι, εἰς ὠφέλειαν πάντων τῶν ἀκουόντων αὐτῶν. Κἂν ἀπών τις εὑρεθῇ, τῷ παρόντι ἠριθμήθη, συγκοινωνός τε εὐχαῖς τῶν ὁσίων πατέρων, ὅπως σωθῇ ὁ λέγων εὐχαῖς τῶν ἀκροατῶν.
Οὐκ ἀπέχουσιν ἡμῶν οἱ ὅσιοι πατέρες, ἐπειδὴ πόθος αὐτῶν ἀεί ἐστι μεθ᾽ ἡμῶν. Μὴ χωρίσωμεν αὐτούς, ὥσπερ ξένους, ἀφ᾽ ἡμῶν, ὅτι ἀεὶ εὔχονται ὑπὲρ τῶν ἐμῶν πταισμάτων. Οὐ γάρ εἰσιν εὐτελεῖς, ὥσπερ εἰσὶν ἔνδοξοι, οὔτε δὲ ἐλάχιστοι, καθώς εἰσιν ἔντιμοι, οὔτε πάλιν ἀμαθεῖς, διδάσκαλοι δέ εἰσι πάντων τῶν ἀνθρώπων ἔργοις ἀγαθοῖς· αὐτοὶ γὰρ διδάσκονται ἐξ ἰδίου Δεσπότου. Πλαζόμενοι ὄρεσιν, ὡς θῆρες τρεφόμενοι. Τέλειοι ὑπάρχουσι, πλήρεις δικαιοσύνης, ἐπειδὴ τυγχάνουσι μέλη τῆς ἐκκλησίας. Οὐκ ἀποχωρίζουσιν ἑαυτοὺς ἐκ τῆς ποίμνης, ἐπειδὴ τέκνα εἰσὶν Ἁγίου Πνεύματος. Οὐχὶ νόμον λύουσι, τὴν ἱερωσύνην τηροῦσιν, ἐντολὰς φυλάσσουσιν· οὐκ ἀνθίστανται νόμῳ, ὄντες θερμοὶ τῇ πίστει. Ὅταν δὲ παρίστανται οἱ τίμιοι ἱερεῖς τῇ ἁγίᾳ τραπέζῃ λειτουργίαν προσάξαι, αὐτοὶ πρῶτοι τείνοντες χεῖρας αὐτῶν δέχονται πίστει σῶμα Δεσπότου ὄντος ἀεὶ σὺν αὐτοῖς. Ὡς περιστεραί εἰσι πετασθεῖσαι ἐν ὕψει, καὶ τὰς σκηνὰς αὑτῶν ἔπηξαν ἐν τῷ σταυρῷ. Ἐν τόποις ἐρημικοῖς, ὡς πρόβατα πλάζονται· ὡς δὲ ἤκουσαν τὴν φωνὴν τοῦ Ποιμένος, εὐθέως ἐγνώρισαν τὸν ἀγαθὸν Δεσπότην. Ἔμποροί εἰσιν οὗτοι ἐξελθόντες ζητῆσαι τὸν καλὸν μαργαρίτην. Ἀθληταί εἰσιν οὗτοι εὐσεβείας δόκιμοι.
著作
文本
在新窗口中打开相关段落。