阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς μάγους

Ἐφραίμ ὁ Σύρος

Η οδοιπορία των μάγων με οδηγό τον αστέρα

Παρομοίωση του αστέρος με αγαθό συνοδοιπόρο, ο οποίος ελάφρυνε τον κόπο της πορείας των μάγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος ὅτε οἱ μάγοι παρεγένοντο εἰς Ἱεροσόλυμα Ὅταν ἀγαθοῦ τινος ὁδοιπόρος τύχῃ συνόδου, χαίρει τὸν πόνον τῆς μακρᾶς ὁδοιπορίας κλεπτόμενος ὁμιλίᾳ· ὡς ῥάβδῳ γὰρ ἐρειδόμενος λόγῳ ἀκονιστικῷ γλώττῃ, συμβαδίζειν κεκονισμένῳ δοκεῖ τῷ ποδὶ καὶ τῷ στόματι ἀκαμάτῳ· μεριζόμενος γόνασι κόπον, κουφίζει χείλεσι πολυβάδιστον βῆμα.

Οὕτω δὴ καὶ τοῦ Χριστοῦ γεννηθέντος, οἱ μάγοι τὸν ἀστέρα ἰδόντες καὶ τοῦτον λαβόντες συνοδοιπόρον, τὸν πολυπόρευτον κόπον ἔκλεπτον τῆς ὁδείας ἐρωτήσει κοπούμενοι, ποῦ ἐστιν ὁ βασιλεὺς πυθόμενοι· ὡς κλέπτας τοῦ τεχθέντος ἠρεύνουν φωνῇ τοὺς Ἑβραίους.