Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος παραινετικός
Καταληκτήρια προσευχή και δοξολογία
Τελική επίκληση του θείου ελέους για άφεση αμαρτιών και ολοκλήρωση του λόγου με τριαδική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Καταληκτήρια προσευχή και δοξολογία
Τελική επίκληση του θείου ελέους για άφεση αμαρτιών και ολοκλήρωση του λόγου με τριαδική δοξολογία.
Παρακαλῶ οὖν σε τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημένου Πατρός, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ τοῦ Θεοῦ, ἀνεξερεύνητε Χριστέ, καύχημα καὶ χαρὰ τοῖς ποθοῦσι καὶ ἀγαπῶσί σε, ἀγαλλίαμα καὶ εὐφροσύνη τοῖς προσδοκῶσί σε, ζωή μου Χριστέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου, τὸ φῶς μου Κύριε. Ὁ κοπιῶν ἐργάτης προσδοκᾷ τοὺς μισθοὺς κομίσασθαι· οἴμοι ὅτι κοπιᾷ ἡ γλῶσσά μου εἰς τὴν ὑμνολογίαν, Σῶτερ, ἀλλ᾽ ὡς ἐποίησα μὴ ἀνταποδώσῃς μοι, μηδὲ κατὰ τὰ ἔργα μου μηνίσῃς μοι· ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου· καὶ οἰκτίρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου· ὅτι σὺ εὐλογημένος εἶ μετὰ τοῦ εὐλογημένου σου Πατρὸς καὶ τοῦ Πνεύματός σου τοῦ ἁγίου καὶ ζωοποιοῦ καὶ παρακλήτου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。