Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος ψυχωφελής
Η πνευματική τροφή της ψυχής
Προτροπή για την πνευματική άσκηση και την επιμέλεια της ψυχής, η οποία τρέφεται μέσω των έργων αρετής και της μετανοίας.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η πνευματική τροφή της ψυχής
Προτροπή για την πνευματική άσκηση και την επιμέλεια της ψυχής, η οποία τρέφεται μέσω των έργων αρετής και της μετανοίας.
Λόγος ψυχωφελής Μὴ δαπανήσῃς ὅλον τὸν χρόνον τῆς ζωῆς σου ἐν τῇ τοῦ σώματός σου φροντίδι· ἀλλ᾽ ὅταν πεινάσῃ τὸ σῶμα καὶ τὴν τροφὴν ἀπαιτήσῃ, ἐνθυμήθητι ὅτι καὶ ἡ ψυχὴ τὴν ἰδίαν χρῄζει τροφήν· καὶ ὥσπερ τὸ σῶμα, ἐὰν μὴ λάβῃ τῆς σωματικῆς, νεκρά ἐστι· καὶ γὰρ διπλοῦς ἐστιν ὁ ἄνθρωπος, καὶ ψυχῇ καὶ σώματι.
Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Ἰησοῦς· σὺ οὖν, οἰκονόμος, δὸς τὰ τῆς ψυχῆς τῇ ψυχῇ, καὶ τὰ τοῦ σώματος τῷ σώματι· μὴ μόνον τὸ σῶμά σου θρέψῃς, τὴν δὲ ψυχὴν ἀφήσῃς ἔρημον καὶ λιμώττουσαν. Περὶ τῆς τοιαύτης ψυχῆς λέγει ὁ Ἀπόστολος· ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. Μὴ οὖν ἐάσῃς σου τὴν ψυχὴν ἀπὸ λιμοῦ νεκρωθῆναι, ἀλλὰ θρέψον αὐτὴν ἐν λόγοις Θεοῦ· ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς· ἐν ἀναγνώσμασι τῶν θείων Γραφῶν· ἐν νηστείαις καὶ ἀγρυπνίαις· ἐν δάκρυσι καὶ ἐλεημοσύνῃ· ἐν ἐλπίδι καὶ μελέτῃ τῶν μελλόντων ἀγαθῶν, τῶν αἰωνίων καὶ ἀφθάρτων.
Ταῦτα καὶ τὰ ὅμοια τούτων τροφή ἐστι καὶ ζωὴ τῆς ψυχῆς. Διὸ καὶ ὁ μέγας Προφήτης ἔλεγε· γενηθήτω τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. Ὢ μακαρία ψυχὴ τοῦ προφήτου Δαυΐδ, τὸ δοχεῖον τοῦ Ἁγίου Πνεύματος!
Καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα ἔκλαιε· καὶ ἡμεῖς οἱ μυρίοις κακοῖς ὑπεύθυνοι, οὐδὲ κἂν πρὸς ὥραν μίαν θέλομεν κατανυγῆναι καὶ μετανοῆσαι. Ὤ, πόση χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, ὅτε ἄνθρωπος ἁμαρτωλὸς ἐπὶ γῆς δακρύσῃ, καὶ ἀπορρίψῃ τὴν κακὴν συνήθειαν, καὶ μισήσῃ τὴν ἁμαρτίαν, καὶ εἴπῃ· ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην καὶ ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου.
著作
文本
在新窗口中打开相关段落。