阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος τετρασύλλαβος

Ἐφραίμ ὁ Σύρος

Η συντριβή του πονηρού από τον Σταυρό και τους μάρτυρες

Ο Διάβολος ομολογεί πώς η εξουσία του καθαιρέθηκε πρώτα από τον θάνατο του Χριστού και έπειτα από τη γενναιότητα των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ἐγὼ αὐτοὺς ἐπολέμουν ἐν πάθεσι διαφόροις, αὐτοὶ δὲ ἐτροποῦντό με τῇ δυνάμει τοῦ σταυροῦ. Δικαίως οὖν ταῦτα πάσχω ἐγὼ ὁ ἀφρονέστατος, εὐδοκίμους ἀναδείξας καὶ ἄκων τοὺς ἀγωνιστάς. Ἔδει με γὰρ σωφρονισθῆναι ὃ ἔπαθον ἀπὸ Χριστοῦ· πῶς πᾶσά μου ἡ δύναμις καθῃρέθη ὑπ᾽ αὐτοῦ. Πάντα γὰρ τότε ἔπραξα, ὥστε αὐτὸν σταυρωθῆναι, καὶ ὁ ἐκείνου θάνατος θανάτῳ με παρέδωκε. Τὸ αὐτὸ πάλιν ἔπαθον ὁμοίως ἐπὶ μαρτύρων, ὀνειδισμὸς καὶ αἰσχύνη καὶ γέλως γεγενημένος. Ἐκίνησα γὰρ βασιλεῖς καὶ εὐτρέπισα τὰς βασάνους, ἵνα ἰδόντες πτήξωσι καὶ ἀρνήσωνται τὸν Χριστόν· οἱ δὲ οὐ μόνον οὐκ ἔπτηξαν τὰς διαφόρους κολάσεις, ἀλλὰ καὶ μέχρι θανάτου τὸν Χριστὸν ὡμολόγησαν. Οὕτως καὶ νῦν θέλων τούτους νικῆσαι διὰ πολέμων, νικηθεὶς ἀνεχώρησα μετ᾽ αἰσχύνης μεγάλης. Οὐκέτι δύναμαι φέρειν τὸ ὄνειδος, ὃ ὑπέστην· κομπάζων μεγάλα, ὑπὸ ἀνθρώπων εὐτελῶν καθῄρηταί μου τὸ κράτος καὶ πᾶσα ἡ δυναστεία. Οὐκ οἶδα λοιπὸν τί πράξω ἢ τί ἀπολογήσομαι.