阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἀσκήσεως τῶν ἀγαθῶν ἔργων καὶ περὶ τῆς τοῦ θεοῦ μακροθυμίας

Ἐφραίμ ὁ Σύρος

Η ματαιότητα των εγκοσμίων και η προτροπή σε αγαθά έργα

Εισαγωγική προτροπή για την επιδίωξη της αιώνιας ζωής και επισήμανση της αβεβαιότητας του παρόντος βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Κατήχησις περὶ ἐργασίας ἀγαθῶν ἔργων, καὶ περὶ τῆς Θεοῦ ἀνοχῆς Ἤδη καιρὸς ἐπάγει ἡμᾶς εἰς τὴν ἐργασίαν τῆς αἰωνίου ζωῆς καὶ τῆς ἀκαταλύτου δόξης· ταύτην γὰρ τὴν ζωὴν διαδέχεται θάνατος, καὶ τὴν δόξαν καταλαμβάνει αἰσχύνη. Πολλοὶ γὰρ τῶν δυνατῶν πρὸ ὥρας, κυνῶν δίκην, εἰς ᾅδου κατηνέχθησαν, καὶ κριταὶ ὑπὸ καταδεεστέρων ἐκρίθησαν, καὶ πλούσιοι ἐσχάτως ἐπτώχευσαν, καὶ σοφοὶ αἰφνιδίως παρεφρόνησαν. Ὁ ἰσχυρὸς ἠσθένησεν, ὁ ὑγιαίνων ἠρρώστησεν, οὐδὲν δὲ βέβαιον ἐν ἀνθρώποις, ἐπειδὴ μηδὲν ὅσιον ἐν κόσμῳ.