阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ἡσυχίας καὶ σιωπῆς

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή στην αξία της ησυχίας

Εισαγωγική προτροπή για τη σημασία της ησυχίας ως προστασίας από τα πάθη και ως μέσου πνευματικής ανύψωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Παραίνεσις περὶ ἡσυχίας Κτῆσαι δὲ τὴν ἡσυχίαν ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν· σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. Κτῆσαι οὖν τὴν ἡσυχίαν τὴν ἐν φόβῳ Θεοῦ, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ· ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύριόν ἐστιν, ἀνάγουσα εἰς οὐρανοὺς τὸν κεκτημένον αὐτήν. Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης, ἀγαπήσας τὴν ἡσυχίαν καὶ τὸν φόβον τοῦ Θεοῦ, καὶ ἀναληφθεὶς εἰς τὸν οὐρανόν.