Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας
Ικετήρια προσευχή και δοξολογία
Προσωπική δέηση για την άφεση των αμαρτιών, αίτημα λύτρωσης από την αιώνια καταδίκη και κατακλείδα με δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ικετήρια προσευχή και δοξολογία
Προσωπική δέηση για την άφεση των αμαρτιών, αίτημα λύτρωσης από την αιώνια καταδίκη και κατακλείδα με δοξολογία.
Τίς δώσει μου τῇ κεφαλῇ ὕδατα ἀμύθητα, καὶ τοῖς ὀφθαλμοῖς πάλιν πηγὴν βρύουσαν ἀεὶ δάκρυα ἀδιαλείπτως; Ἕως οὗ ἐστι καιρὸς δεχθῆναι τὰ δάκρυα, καὶ ἔκλαυσα ἐμαυτὸν ἐν ἡμέρᾳ καὶ νυκτί, παρακαλῶν τὸν Θεόν, ἵνα μὴ ἀνάξιος εὑρεθῶ ἐν τῇ ὥρᾳ τῆς αὑτοῦ παρουσίας, καὶ ὅπως μὴ ἀκούσω ἐκείνην τὴν φοβερὰν ἀπόφασιν τοῦ Δεσπότου, ὕπαγε σὺ ἀπ᾽ ἐμοῦ, ἐργάτα ἀνομίας, οὐκ οἶδά σε πόθεν εἶ.
Ὁ Θεὸς ὁ ὕψιστος, ὁ μόνος ἀθάνατος, δώρησαι ἁμαρτωλῷ ἐν τῇ ὥρᾳ ἐκείνῃ τοὺς πολλούς σου οἰκτιρμούς, ὅπως μὴ φανερωθῇ ἀσέβειά μου κρυπτὴ ἔμπροσθεν τῶν θεατῶν Ἀγγέλων, Ἀρχαγγέλων, Προφητῶν, Ἀποστόλων, Δικαίων καὶ Ἁγίων. Ἀλλὰ σῶσον ἀσεβῆ χάριτι καὶ οἰκτιρμοῖς, καὶ εἰσάγαγε αὐτὸν εἰς παράδεισον τρυφῆς σὺν τελείοις δικαίοις. Πρόσδεξαι τὴν δέησιν τοῦ δούλου σου, δέσποτα, πρεσβείαις τῶν Ἁγίων τῶν εὐαρεστησάντων σοι. Δόξα τῷ Χριστῷ.
Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。