Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ παρθενίας
Η απώλεια της παρθενίας και η εσχατολογική κρίση
Ο θρήνος για την απομάκρυνση από τον Θεό εξαιτίας της αμαρτίας, η σημασία της μετάνοιας και η τελική ανταπόδοση των δικαίων και των αμαρτωλών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η απώλεια της παρθενίας και η εσχατολογική κρίση
Ο θρήνος για την απομάκρυνση από τον Θεό εξαιτίας της αμαρτίας, η σημασία της μετάνοιας και η τελική ανταπόδοση των δικαίων και των αμαρτωλών.
Τίς ἄρα μὴ θρηνήσει, καὶ τίς ἄρα μὴ κλαύσει, ὅτι ἐν μιᾷ ῥοπῇ χαυνοῦται ὁ λογισμός, καὶ τότε ἑκουσίως ἁμαρτάνει τῷ Θεῷ, καὶ διώκει ἀπ᾽ αὐτοῦ χάρισμα οὐράνιον, τὸν ἁγιασμὸν λέγω καὶ παρθενίαν [φημί]! Ὅσον γὰρ χρόνον ἐστὶν ἅγιος καὶ καθαρὸς ὁ ναὸς τοῦ σώματος, ὁ Θεὸς ὁ Ὕψιστος ἐνοικεῖ ἐν τῷ ναῷ. Ἐὰν δὲ διαφθαρῇ καὶ μιανθῇ ὁ ναός, παραχρῆμα ὁ ἅγιος καὶ ἄχραντος Δεσπότης ἀφίησι τὸν ναόν, καὶ ἀντὶ τοῦ ἁγίου καὶ οὐρανίου φωτὸς εἰσέρχεται ὁ μιαρός, καὶ αὐλίζεται ἐκεῖ· σὺν αὐτῷ δὲ εἰσέρχεται ἐπιθυμία κακὴ μαινομένη πάντοτε.
Τίς ἄρα ἐστὶν οὗτος ὁ μὴ ἔχων δάκρυα, καὶ λάβῃ ταῦτα πάντα εἰς τὴν ἑαυτοῦ καρδίαν, ὅτι ὁ Θεὸς ὁ ἅγιος ἀπώσατο τὸν ναόν, ἐνῴκησε δὲ ἐν αὐτῷ ἐπιθυμία κακή; Ἐὰν οὖν συνιῇ τοῦτο, τίς ἄρα ἀπώσατο, πόθεν που ἐξέπεσε, καὶ τίνος ἐχωρίσθη, οὐ μὴ κορεσθῇ ποτε δακρύων καὶ στεναγμῶν. Εἴ τις ἐν τῷ ἀγῶνι ἡττᾶται χαυνότητι, ἐὰν ἴδῃ ἕτερον ἐν τῷ αὐτῷ ἀγῶνι νικήσαντα τὴν πάλην, καὶ νικητὴν φανέντα στέμμασι καὶ βραβείοις, καὶ πάντας ἐπαινοῦντας κύκλωθεν τὸν νικητήν· ὅταν ἴδῃ ἐκεῖνος ὁ φυγὼν τὸν ἀγῶνα, τότε συνέχει αὐτὸν μεταμέλεια δεινή, ἑαυτὸν βασανίζει ἀπὸ λύπης μεγάλης, καὶ λέγει ἐν ἑαυτῷ· διὰ τί μιᾷ ῥοπῇ ἡττηθεὶς τῷ λογισμῷ ἔφυγα τὸν ἀγῶνα; Καὶ ἑτέρους θεωρῶ νικήσαντας τὸν ἀγῶνα, οἳ ἐν δόξῃ μεγάλῃ καὶ ἐπαίνοις μεγίστοις ἐτέλεσαν ἀγῶνα· ἐγὼ δὲ μετ᾽ αἰσχύνης κρυβήσομαι, ἀποδρὰς ἐκ τοῦ αὐτοῦ ἀγῶνος.
Οὕτω καὶ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως, ὅταν ἴδωσιν ἐκεῖ χαῦνοι καὶ ἁμαρτωλοὶ δικαίους καὶ ἁγίους μετὰ χαρᾶς μεγάλης τοὺς μὲν ἐν παραδείσῳ, ἄλλους δὲ ἐν βασιλείᾳ, ἑτέρους ἐν νεφέλαις ἱπταμένους ἐν φωτί, ἑαυτοὺς δὲ οἱ ἄθλιοι ἐν πυρὶ τῷ ἀσβέστῳ καὶ σκότει τῷ ἐξωτέρῳ. Τότε συνέχει αὐτοὺς μεταμέλεια δεινὴ καὶ κλαυθμὸς ἀνωφελής.
著作
文本
在新窗口中打开相关段落。