Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ παθῶν
Ικεσία για θεία χάρη και ακατάπαυστη δοξολογία
Τελική προσευχή προς τον Χριστό με αίτημα την κάθαρση της καρδιάς, προκειμένου να καταστεί αγνός ναός και όργανο αδιάλειπτης δοξολογίας.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ικεσία για θεία χάρη και ακατάπαυστη δοξολογία
Τελική προσευχή προς τον Χριστό με αίτημα την κάθαρση της καρδιάς, προκειμένου να καταστεί αγνός ναός και όργανο αδιάλειπτης δοξολογίας.
Πεῖραν οὖν λαβὼν τῶν πολλῶν σου, Κύριε, καὶ ἀμυθήτων οἰκτιρμῶν, παρακαλῶ τὸ μέγεθος τῶν οἰκτιρμῶν σου, σῶσόν με, καὶ δώρησαι σῷ οἰκέτῃ αἰτήματα ψυχῆς αὐτοῦ, ἃ αἰτεῖται ἐκ θησαυροῦ εὐσπλαγχνίας σου, Δέσποτα, ἵνα βρύῃ διηνεκῶς ὥσπερ πηγὴ ἡ χάρις σου ἐν καρδίᾳ καὶ στόματι ἐμοῦ αὐτοῦ τοῦ δούλου σου· ἵνα ἐστὶ καρδία μου καὶ στόμα μου ναὸς ἁγνὸς τῇ χάριτι καὶ ἄμωμος, δεχόμενος Βασιλέα οὐράνιον, ἵνα μή ἐστιν ὡς φωλεὸς πονηροῖς λογισμοῖς καὶ σπήλαιον λῃστῶν κακῶν πονηραῖς ἐνθυμήσεσιν. Ἀλλ᾽ ἀεὶ ὁ δάκτυλος τῆς χάριτος κινησάτω τὴν γλῶσσάν μου ὥσπερ νευρὰν τῆς κιθάρας εἰς δόξαν σου, φιλάνθρωπε, ἵνα ἀπαύστως δοξάζω καὶ εὐλογῶ μετὰ πόθου ἐν καρδίᾳ καὶ στόματι ὅλον τὸν χρόνον τῆς ζωῆς μου. Ὁ γὰρ ὀκνῶν ὑμνολογεῖν καὶ δοξάζειν σε, Δέσποτα, οὗτος αὐτὸς ἀλλότριος τῆς μελλούσης ζωῆς ἐστι. Χριστὲ Σωτήρ, δώρησαί μοι αἴτησιν τῆς καρδίας μου, ἵνα ἐστὶν ἡ γλῶσσά μου ὡς κινύρα τῆς χάριτος, ἵνα δυνηθῶ ἀποδοῦναι ἐντεῦθεν τῆς διαθήκης ἐκ τῶν πολλῶν γραμματίων κἂν ὀλίγα ἐγκλήματα· κἀκεῖ πάλιν σωθήσομαι ἐν τῇ σκέπῃ τῶν χειρῶν σου, ὅταν τρέμῃ πᾶσα ψυχὴ ἐκ δόξης σου τῆς φοβερᾶς. Ναί, Δέσποτα, Υἱὲ μονογενές, εἰσάκουσον καὶ πρόσδεξαι, ὥσπερ δῶρον, τὴν δέησιν τοῦ δούλου σου. Ἁμαρτωλός εἰμι ἐγὼ τῇ χάριτι σῳζόμενος. Δόξα πρέπει τῷ σῴζοντι ἁμαρτωλὸν ἐν οἰκτιρμοῖς.
著作
文本
在新窗口中打开相关段落。