阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς

Ἐφραίμ ὁ Σύρος

Η δύναμη και οι καρποί της προσευχής

Αναφορά στις σωτηριώδεις ιδιότητες της προσευχής και παράθεση παραδειγμάτων από την Παλαιά Διαθήκη σχετικά με τη θαυματουργική της ισχύ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Προσευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγωγία, τύφου καταστολή, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀσεβείας διόρθωσις. Προσευχὴ σωμάτων ἰσχύς, οἰκίας εὐθηνία, πόλεως εὐνομία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφάλεια. Προσευχὴ παρθενίας ἐστὶ σφραγίς, γάμου πίστις, ὁδοιπόρων ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφορία, πλεόντων σωτηρία. Προσευχὴ κρινομένων συνήγορος, δεδεμένων ἄνεσις, λυπουμένων παραμυθία, χαιρομένων θυμηδία, πενθούντων παράκλησις, γενεθλίων ἑορτή, ὁμοζύγων στέφανος, ἀποθνῃσκόντων ἐντάφιον. Προσευχὴ Θεῷ ὁμιλία, τῶν Ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπή, τῶν κακῶν ἀποτροπή, τῶν ἁμαρτανομένων διόρθωσις. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησε, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς ζωὴν ἐπανήγαγε· τοῖς δὲ παισὶν ἐν Βαβυλῶνι εἰς πνεῦμα δρόσου τὴν φλόγα ἔστρεψε. Διὰ προσευχῆς Ἠλίας ἔδησε τὸν οὐρανὸν τοῦ μὴ βρέξαι ἐπὶ ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ.