Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἑορτῶν
Συμμετοχή στη Θεία Λειτουργία και τα Μυστήρια
Προτροπή για πνευματική εγρήγορση, ευλαβική στάση κατά την προσευχή και άξια μετάληψη των θείων μυστηρίων με μετάνοια.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Συμμετοχή στη Θεία Λειτουργία και τα Μυστήρια
Προτροπή για πνευματική εγρήγορση, ευλαβική στάση κατά την προσευχή και άξια μετάληψη των θείων μυστηρίων με μετάνοια.
Περὶ ἑορτῶν Μόνον μὴ παντελῶς ἄκαρπος εὑρεθῇς· ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν εἰς ἐκεῖνα τὰ αἰώνια ἀγαθὰ ἀποβλέποντες καὶ τὴν ἡμέραν ἐννοοῦντες τὴν φοβεράν, πόθῳ τῶν ἀγαθῶν καὶ φόβῳ τῶν κολάσεων ἐκ πάσης ὁδοῦ πονηρᾶς τοὺς πόδας ἡμῶν κωλύσωμεν, καθὼς γέγραπται· καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἡμῶν κατεργασώμεθα· τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. Τῆς ἐκκλησίας μὴ ἀπολιμπάνεσθε ἐς ἑσπέραν καὶ πρωῒ καὶ μεσημβρίαν, ἄνδρες τε καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, πρεσβῦται καὶ νέοι. Ἐν τῇ θείᾳ λειτουργίᾳ συντρέχετε σπουδαίως, προσφέροντες τῷ Κυρίῳ ἐκ τῶν πόνων τῶν χειρῶν ὑμῶν εἰς εὐλογίαν τοῦ οἴκου καὶ πάντων τῶν ἐν τῷ οἴκῳ, καὶ στήκετε ἐν πολλῷ φόβῳ καὶ τρόμῳ μηδενὶ συντυγχάνοντες, ἀλλ᾽ ὡς Ἄγγελοι ἐν τοῖς οὐρανοῖς δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, δακρύοντες, στενάζοντες, ἱκετεύοντες, παρακαλοῦντες ἐξ ὅλης καρδίας, καὶ δεόμενοι, ἵνα μή τις ἀνάξιος εὑρεθῇ τῆς ὑποδοχῆς τῶν θείων μυστηρίων· ἀλλά, καθὼς λέγει ἀπόστολος Παῦλος, δοκιμαζέτω ἕκαστος ἑαυτόν, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ γένηται, καὶ εἰς προσθήκην ἁμαρτίας. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, ὡς γέγραπται.
Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς τρέμουσι καὶ ὑποχωροῦσι, καὶ σὺ ἀναιδῶς προσέρχῃ; Οἱ καθαροὶ Ἄγγελοι μετὰ τρόμου λειτουργοῦσι, καὶ πρόσωπα καλύπτοντες οὐ τολμῶσιν ἀνανεῦσαι, καὶ σὺ ἀκάθαρτος ὢν καὶ ἀμετανόητος ἀναισχυντεῖς, καὶ οὐ φρίττεις; Ἀνθρώπους μὲν πείθεις, ἀλλὰ τί πρὸς τὸν ἐτάζοντα τὰς καρδίας ἐρεῖς; Ὑποχώρησον οὖν, ἀδελφέ, καὶ κλαῦσον, καὶ ἀπόπλυνόν σου τὸ σκεῦος, ὃ κατερρύπωσας τῇ ἁμαρτίᾳ, καὶ σύνθου μηκέτι ἁμαρτάνειν, καὶ ἰαθήσῃ. Ὁ Θεὸς γὰρ Θεός ἐστι τῶν μετανοούντων.
著作
文本
在新窗口中打开相关段落。