阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν μακαρίων μονῶν

Ἐφραίμ ὁ Σύρος

Αγιογραφική τεκμηρίωση για την ανυπαρξία ενδιάμεσου τόπου

Παράθεση ευαγγελικών χωρίων τα οποία αποδεικνύουν ότι υφίστανται μόνο δύο καταστάσεις κατά την τελική κρίση, η Βασιλεία και η Γέεννα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Τὸ γὰρ διαφυγεῖν τῆς γεέννης αὐτὸ τοῦτό ἐστι τὸ εἰσελθεῖν εἰς τὴν βασιλείαν, ὥσπερ καὶ τὸ ταύτης ἐκπίπτειν εἰς τὴν γέενναν εἰσελθεῖν ἐστιν. Οὐ γὰρ ἐδίδαξεν ἡ Γραφὴ τρεῖς χώρας ἡμᾶς· ἀλλὰ τί;

Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Οὐδὲ γὰρ τρία τάγματα εἶπεν, ἀλλ᾽ ἓν ἐκ δεξιῶν καὶ ἓν ἐξ εὐωνύμων, καὶ διεχώρισε τὰ ὅρια αὐτῶν κατὰ σκηνωμάτων αὐτῶν, εἰπὼν ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, δηλονότι οἱ ἁμαρτωλοί, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον ἐκλάμψουσιν, ὡς ὁ ἥλιος. Καὶ πάλιν· ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.