阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ προσέχειν τοῖς παροῦσι καὶ περὶ τοῦ μὴ ἀπατᾶσθαι ταῖς ἡδοναῖς τοῦ βίου, καὶ εἰς τὸν οβ΄ ψαλμόν

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή στην απάτη των ηδονών του βίου

Προτροπή για πνευματική εγρήγορση έναντι των προσκαίρων απολαύσεων και αναφορά στη χρησιμότητα του εβδομηκοστού δεύτερου ψαλμού ως πνευματικού βοηθήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸ μὴ θαυμάζειν τὰ πρόσκαιρα, μηδὲ δελεάζεσθαι ἐν τοῖς τερπνοῖς τοῦ βίου· καὶ εἰς τὸν ἑβδομηκοστὸν δεύτερον ψαλμόν Ἐπειδὴ ὁ ἡμέτερος νοῦς εὐολισθέτερος ὑπάρχων, ῥᾳδίως καταφέρεται πρὸς τὰ τερπνὰ τοῦ βίου, λήθην λαμβάνων τῶν μελλόντων ἀγαθῶν. Ὅθεν χρὴ ἡμᾶς μὴ παρέργως ἔχειν πρὸς τὴν τῶν αἰσθήσεων φυλακήν· ὁ γὰρ μισόκαλος πειράζων συγχέει τὰ πράγματα, ὅπως μὴ εὕρῃ ὁ κυβερνήτης νοῦς διαστεῖλαι ἀναμέσον καλοῦ τε καὶ κακοῦ. Ἐν τῷ οὖν ἐπισυναχθῆναι ἐφ᾽ ἡμᾶς ματαίους λογισμούς, πρὶν ἡμᾶς γενέσθαι ἐν τῷ σκοτισμῷ αὐτῶν, συντόμως πρὸς τὴν πνευματικὴν διδασκαλίαν ἀναδράμωμεν, ᾄδοντες σὺν τῷ Προφήτῃ τὸν γεγραμμένον ψαλμόν· πάνυ γὰρ ἡμῖν συμβάλλεται ἡ ἐν αὐτῷ ἐγκειμένη διδασκαλία.

Ἐξηγεῖται γὰρ ὁ Προφήτης ἐν αὐτῷ τὸ ἀνώμαλον τοῦ βίου, τοὺς πειρασμούς, καὶ τοὺς ἁλισκομένους διὰ τῶν πειρασμῶν, καὶ τοὺς περιγινομένους τῶν πειρασμῶν διὰ τῆς ὑπομονῆς· καὶ τὰς ἑκάστου ἀμοιβὰς ἐνεχάραξεν ἐν αὐτῷ. Ὅθεν καὶ καθαιρέτης τυγχάνει ἀλαζονείας τε καὶ κενοδοξίας, καὶ πρὸς τὴν ἀληθινὴν δόξαν ὁδηγεῖ τοὺς σωθῆναι βουλομένους.