Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ πάντοτε ἐν τῇ διανοίᾳ ἔχειν τὴν ἡμέραν τῆς ἐξόδου
Προτροπή σε μετάνοια και πνευματική εγρήγορση
Παραίνεση για την απομάκρυνση από τα πάθη και τη διατήρηση πνευματικής ετοιμότητας εν αναμονή της ελεύσεως του Κυρίου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προτροπή σε μετάνοια και πνευματική εγρήγορση
Παραίνεση για την απομάκρυνση από τα πάθη και τη διατήρηση πνευματικής ετοιμότητας εν αναμονή της ελεύσεως του Κυρίου.
Νοῶμεν οὖν καὶ συνῶμεν, ὡς καιρὸν ἔχομεν, τίνες εἰσὶν ὑπὲρ ἡμῶν, καὶ προσδράμωμεν ἐξ ὅλης ψυχῆς καὶ ἀποθώμεθα αὐτούς, ἵνα προφθάσαντες ἐν τῇ ὥρᾳ τῆς ἀκοῆς ἡμῶν βοηθήσωσιν ἡμῖν καὶ ῥύσωνται ἡμᾶς ἀπὸ τῶν ἐναντίων.
Τοὺς δὲ καθ᾽ ἡμῶν ἀντιστάντας, οἵτινές εἰσι καὶ οἵων κακῶν πρόξενοι ἡμῖν γίνονται, φύγωμεν ὡς ἀπὸ ὄφεως καὶ πυρός· εἰ δὲ καὶ παρὰ τῆς ἀρετῆς ἀποσυρόμεθα ὑπ᾽ αὐτῶν καὶ ἐν κατοχῇ ἡμῶν γεγόνασιν, ὡς καιρὸν ἔχομεν καὶ ὡς ἐσμὲν ἐν τῷ βίῳ, σπουδάσωμεν ἀπώσασθαι αὐτούς, καὶ διὰ μετανοίας καὶ ἐργασίας τῶν ἀρετῶν ἐξιλεώσασθαι τὸν Θεόν, καὶ ἑαυτοὺς εὐτρεπίσαι πρὸς τὴν ἔξοδον, μήπως ἐλθόντος καὶ κρούσαντος εὑρεθῶμεν ἀνέτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ προσδοκᾶται, ὁ Κύριος ἡμῶν ἔρχεται· ἵνα ἐλθόντος καὶ κρούσαντος εὑρεθῶμεν ἕτοιμοι εἰς τὴν αὐτοῦ ἀπάντησιν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Πατρὶ καὶ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。