Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν ἀμελοῦντα
Η συντομία του παρόντος βίου και η προετοιμασία για την αιωνιότητα
Προτροπή για την αποφυγή του πνευματικού ναυαγίου και την επιδίωξη των αιώνιων αγαθών, λόγω του πρόσκαιρου χαρακτήρα της επίγειας ζωής.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η συντομία του παρόντος βίου και η προετοιμασία για την αιωνιότητα
Προτροπή για την αποφυγή του πνευματικού ναυαγίου και την επιδίωξη των αιώνιων αγαθών, λόγω του πρόσκαιρου χαρακτήρα της επίγειας ζωής.
Οὐκ ἐκλείπει γὰρ παρ᾽ αὐτῷ χρήματα· πᾶσιν ἐπιχορηγεῖ προθύμως κατὰ τὴν ἀποστολικὴν φωνήν, αἰτεῖσθε παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος. Εἰς λιμένα καθέζῃ; Ἀποβλέπου τὰ κύματα, ἵνα μὴ ἐξαίφνης τῆς ζάλης ἐπελθούσης ἁρπαγῇς εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ τότε μετὰ στεναγμοῦ ἄρξῃ λέγειν· ἦλθον εἰς 〈τὰ〉 βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.
Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Καὶ γὰρ ἀληθῶς ἄβυσσος θαλάσσης ὁ ᾅδης, κατὰ τὴν δεσποτικὴν φωνὴν τὴν λέγουσαν, ὅτι χάος μέγα ἐστὶν ἀναμέσον δικαίων καὶ ἁμαρτωλῶν. Μὴ οὖν σεαυτὸν κατακρίνῃς εἰς τὸ χάος ἐκεῖνο. Μίμησαι τὸν ἄσωτον υἱόν· κατάλειψον τὴν πόλιν τὴν λιμοκτόνον· ἀπόστα ἐκ τῆς τῶν χοίρων ταλαιπωρίας· παῦσαι ἀπὸ τῆς βρώσεως τῶν κερατίων, ἀλλ᾽ οὐδὲ λάμβανε.
Ἐλθὲ οὖν σὺ παρακαλούμενος, φάγε ἀδιαλείπτως τὸ μάννα, τὴν τῶν Ἀγγέλων βρῶσιν. Ἐλθέ, ἵνα θεωρήσῃς τὴν δόξαν τοῦ Θεοῦ, καὶ φωτισθῇ σου τὸ πρόσωπον. Ἐλθέ, κατασκήνωσον ἐν παραδείσῳ τρυφῆς. Κατάλειψον ὀλίγα ἔτη, κτῆσαι χρόνον αἰώνιον. Μή σε θορυβήσῃ τὸ διάστημα τοῦ χρόνου τοῦ βίου τούτου. Ὀξὺ καὶ σύντομόν ἐστιν. Ἀπὸ τοῦ Ἀδὰμ ἕως νῦν τοσοῦτος χρόνος, ὡς σκιὰ παρῆλθε. Γενοῦ ἕτοιμος τὰ πρὸς τὴν ὁδόν. Μὴ σεαυτὸν καταφορτώσῃς. Ὁ χειμὼν ἐγγύς· κατάλαβε τὴν σκέπην, ἣν καὶ ἡμεῖς διώκομεν χάριτι Χριστοῦ.
著作
文本
在新窗口中打开相关段落。