阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εισαγωγή: Η κατάργηση του θανάτου και η λύτρωση του ανθρώπου

Αναφορά στη νίκη κατά του θανάτου μέσω της εκούσιας θυσίας του Χριστού για την αναγέννηση της ανθρωπότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 4

Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου λόγος εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ ἀνάστασιν· Νῦν τὸ πένθος τῶν νεκρῶν πεφυγάδευται καὶ τὸ φέγγος τῆς ἀναστάσεως ἐλήλυθεν. Τοῦτο γάρ ἐστιν ἀγάπης ἀπόδειξις, ὅτι ὅνπερ ὤφειλεν θάνατον ὁ ἄνθρωπος, τοῦτον ἔλυσεν ὁ Χριστὸς ἀποθανών, δοὺς λύτρον ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος, ὅλον ἄνθρωπον ἀντὶ ἀνθρώπου, καὶ θάνατον ὑπὲρ θανάτου.

Τίς ποτε ἀπέθανεν δίκαιος ὢν ὑπὲρ ἀδίκου; Ποῖος πατὴρ ὑπὲρ τέκνου, ποῖος υἱὸς ὑπὲρ πατρὸς ἀπέθανεν; Ὃ ἐποίησεν κύριος ὑπὲρ ἡμῶν, οὐ μόνον ἡμᾶς πλάσας διὰ χειρὸς ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ ἀναγεννήσας ἡμᾶς διὰ πνεύματος ἐν τῷ αὐτοῦ πάθει.