Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ
Η κάθοδος στον Άδη και η απελευθέρωση των ψυχών
Η συντριβή των πυλών του Άδη, η οριστική ήττα του θανάτου και η κλήση του Χριστού προς τις εγκλωβισμένες ψυχές.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η κάθοδος στον Άδη και η απελευθέρωση των ψυχών
Η συντριβή των πυλών του Άδη, η οριστική ήττα του θανάτου και η κλήση του Χριστού προς τις εγκλωβισμένες ψυχές.
Ἀλλ᾽ ὁ βουλήσει παθὼν κύριος ἀνέστη ἐκ τῶν νεκρῶν, καταπατήσας τὸν θάνατον, καὶ 〈δήσας «τὸν ἰσχυρόν»,〉 καὶ λύσας τὸν ἄνθρωπον· ὁ δὲ θάνατος ἀλλοιωθεὶς ἔπεσεν ὑπὸ τοὺς πόδας τοῦ Χριστοῦ, καὶ ἐσύρθη αἰχμάλωτος θριαμβευόμενος ὁ ᾅδης, καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ ἀνεστράφησαν ἀκούσασαι τῆς φωνῆς τοῦ Χριστοῦ, καθὼς ἡ γραφή φησιν· «Εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνῆς δὲ αὐτοῦ ἠκούσαμεν». Οὐκ εἶδεν γὰρ ὁ ᾅδης τὸ πρόσωπον τοῦ κυρίου, ἀλλὰ φωνῆς αὐτοῦ ἤκουσεν λέγοντος· Ἐξέλθατε ψυχαὶ πεπεδημέναι καὶ 〈καθήμεναι ἐν σκιᾷ θανάτου·〉 ζωὴν ὑμῖν εὐαγγελίζομαι· ἐγώ εἰμι ὁ Χριστὸς ἡ ζωὴ ὑμῶν.
Τότε ὁ ᾅδης ἀκούσας κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ αἱ χαλκαὶ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ οἱ σιδηροῖ συνεθλάσθησαν, καὶ ἐξήλλοντο αἱ τῶν ἁγίων ψυχαὶ ἀκολουθοῦσαι τοῖς ἴχνεσι τοῦ Χριστοῦ· τότε ἐπληρώθη τὸ γεγραμμένον· 〈«Ἐκεῖ συνέτριψεν πύλας χαλκάς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν».〉 Ἐβόησε δὲ καὶ ἡ γῆ λέγουσα· Δέσποτα, φεῖσαί μου τῶν κακῶν, κούφισόν με τῆς ὀργῆς, λῦσόν με τῆς κατάρας, ἀνθ᾽ ὧν ἐδεξάμην αἵματα καὶ ἀνθρώπων σώματα, ἔτι δὲ καὶ τὸ σὸν σῶμα· δέσποτα, ἀπολάμβανέ σου τὸν Ἀδάμ.
著作
文本
在新窗口中打开相关段落。