Ἦλθε γὰρ Ἰωσὴφ καὶ Νικόδημος· οὐκοῦν συνέδραμε πᾶς καὶ ὁ τῶν ἀγγέλων θεόδημος· καὶ προφθάνει χερουβὶμ, καὶ συντρέχει σεραφὶμ, καὶ συμβαστάζουσι θρόνοι, καὶ καλύπτουσι τὰ ἑξαπτέρυγα, καὶ φρίττουσι τὰ πολυόμματα, ὁρῶντα ἐν σαρκὶ Ἰησοῦν ἀόμματον, καὶ συγκαλύπτουσι δυνάμεις, καὶ ᾄδουσιν αἱ ἀρχαὶ, καὶ φρίττουσιν αἱ τάξεις, καὶ ἐξίστανται πᾶσαι αἱ στρατιαὶ τῶν μεταρσίων ταγμάτων, καὶ θαμβούμεναι πρὸς ἑαυτὰς διαποροῦσι, καὶ λέγουσι· Τίς οὗτος ὁ φοβερὸς λόγος, καὶ φόβος, καὶ τρόμος, καὶ τρόπος; τί τοῦτο τὸ μέγα, καὶ παράδοξον, καὶ ἀκατάληπτον θέαμα; Ὁ ἄνω ἡμῖν τοῖς ἀσωμάτοις ὡς Θεὸς γυμνὸς, ἀθεώρητος, κάτω βροτοῖς γυμνὸς εὐθεώρητος. ᾯ παρίστανται χερουβὶμ μετ᾽ εὐλαβείας, τοῦτον Ἰωσὴφ καὶ Νικόδημος κηδεύουσι μετ᾽ ἀδείας. Πότε κατῆλθεν ὁ τὰ ἄνω μὴ λιπών; πῶς ἐξῆλθεν ὁ ἔσω ὤν; πῶς ἦλθεν ἐπὶ γῆς ὁ τὰ πάντα πληρῶν; πῶς ἐξέδυ ὁ πάντας λαθών; Ὁ ἄνω μετὰ Πατρὸς ὡς Θεὸς ἀνελλειπὴς, κάτω μετὰ τῆς μητρὸς ὡς βροτὸς [ἀληθῶς] ἀνελλειπῶς. Ὁ οὐ πώποτε ἡμῖν ἐκφανεὶς, πῶς ἀνθρώποις ὡς ἄνθρωπος ὁμοῦ καὶ φιλάνθρωπος Θεὸς ἐπιφαίνεται; πῶς ὁ ἀόρατος ὡράθη; πῶς ὁ ἄϋλος ἐσαρκώθη; πῶς ὁ ἀπαθὴς ἔπαθε; πῶς ὁ κριτὴς εἰς κριτήριον παρέστη; πῶς ἡ ζωὴ θανάτου ἐγεύσατο; πῶς ὁ ἀχώρητος ἐν τάφῳ χωρεῖται; πῶς οἰκεῖ τὸ μνῆμα ὁ μὴ λιπὼν τὸν κόλπον τὸν πατρικόν;