προλαμβάνουσι δὲ θορυβούμενοι διὰ τὸν λαὸν καί φασι· προλάβωμεν ποιῆσαι τὸ πάσχα, ἵνα μὴ ὅταν ἔλθῃ ὁ λαὸς μὴ δυνηθῶμεν συλλαβέσθαι αὐτόν. καὶ τούτου ἕνεκα οὐκέτι τῇ πέμπτῃ ἔφαγον τὸ πάσχα, ἥτις κατήντα τῇ 〈ιδ〉 τῆς σελήνης, ἀλλὰ τῇ τρίτῃ σαββάτων ἐπιφωσκούσης τετράδος συλλαμβάνουσι τὸν Χριστόν, ἐν ᾗ καὶ τὸ πάσχα προλαμβάνοντες ἐπετέλουν. βεβρώκει τοίνυν μετ᾽ αὐτῶν τὸ πάσχα πρὸς ἑσπέραν τῇ δωδεκάτῃ πρὸ δύο ἡμερῶν τοῦ πάσχα, ἐπιφωσκούσης 〈ιγ〉, λογιζομένης τῆς νυκτὸς εἰς τὴν ἡμέραν τουτέστιν ἀπὸ τρίτης εἰς τετράδα σαββάτων· ὅθεν ἡ ἐκκλησία τὴν τετράδα φυλάττει διὰ τὴν τοῦ κυρίου σύλληψιν, νηστεύουσα δι᾽ ὅλου τοῦ ἔτους πάρεξ μόνον πεντηκοστῆς καὶ ἐπιφανίων. συλληφθεὶς δὲ πρὸς ἑσπέραν ἐπιφωσκούσης τετράδος μένει ἐν τῇ αὐλῇ τοῦ Καιάφα ὅλην τὴν νύκτα. μὴ γὰρ νόμιζε ἐν τῇ πέμπτῃ πρὸς ἑσπέραν αὐτὸν συνειλῆφθαι, ἀνάγνωθι εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ διάσκεψαι καὶ ὁρᾷς, ὅτι ὅτε μὲν ἀπὸ Γεθσημανῆ συλλαμβάνεται πρὸς Καιάφαν φέρεται. ἔμεινεν δὲ ἐν τῇ οἰκίᾳ τοῦ Καιάφα ἕως τῆς ἕω. πρωίας δὲ παραδίδοται Ποντίῳ Πιλάτῳ· γέγονε δὲ τοῦτο τετάρτῃ τῶν σαββάτων. καὶ ποιεῖ τὴν ἡμέραν ἐκείνην παρὰ Ποντίῳ Πιλάτῳ καὶ τὴν νύκτα ἕως πρωΐ. πέμπτῃ δὲ σαββάτων ἀποστέλλεται πρὸς Ἡρῴδην, ὄντα τότε ἐν Ἱεροσολύμοις, διὰ τὸ καὶ αὐτὸν ἐληλυθέναι μετὰ τῶν ἄλλων φαγεῖν τὸ πάσχα.