阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Παραρτήματα εἰς τοὺς καταλόγους τῶν ἀποστόλων καὶ μαθητῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Βιογραφικά στοιχεία μαθητών και αποστόλων

Αναφορά στη δράση, το κήρυγμα και το μαρτύριο μορφών όπως ο Τιμόθεος, ο Τίτος, ο Κρήσκης και ο ευνούχος της Κανδάκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 4

Τιμόθεος ὁ ἐπίσκοπος Ἐφέσου κατασταθεὶς ὑπὸ τοῦ μακαρίου Παύλου ἐξ ἐθνῶν ἦν, οὐκ ἐκ περιτομῆς, ᾧ καὶ πολλὰ μαρτυρεῖ Παῦλος νουθετῶν τὴν καλὴν ὁμολογίαν τοῦ δοθέντος αὐτῷ χαρίσματος φυλάξαι, ὃς καὶ ἐνδόξως ἐκεῖ ἐμαρτύρησεν.

Τίτος ἐπίσκοπος Κρήτης αὐτοῖς τοῖς Κρησὶ καὶ ταῖς πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θανὼν ἐτάφη. Κρήσκης ἐν Γαλλίαις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θάπτεται. Ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων ἐν Ἀραβίᾳ τῇ εὐδαίμονι καὶ ἐν Ταπροβάνῃ νήσῳ καὶ ἐν ὅλῃ τῇ ἐρυθρᾷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, λόγος δὲ ἔχει καὶ μεμαρτυρηκέναι αὐτὸν ἐνδόξως καὶ ταφῆναι ἐκεῖ· καί ἐστιν αὐτοῦ τὸ κοιμητήριον ὅπλον ἀκαταμάχητον τοῖς πιστοῖς ἀλιτηρίων βαρβάρων, φυγαδευτήριον νόσους ἀπελαῦνον καὶ ἰάματα ἐνεργοῦν ἕως καὶ σήμερον.