Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν
Σταθμά, νομίσματα και η προέλευσή τους
Αναφορά σε νομίσματα, σταθμά και μονάδες βάρους, συμπεριλαμβανομένων ετυμολογικών και ιστορικών πληροφοριών για την ονομασία τους.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Σταθμά, νομίσματα και η προέλευσή τους
Αναφορά σε νομίσματα, σταθμά και μονάδες βάρους, συμπεριλαμβανομένων ετυμολογικών και ιστορικών πληροφοριών για την ονομασία τους.
Σίκλον. τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς οὐγγίας, ὅπερ ἐστὶ νόμισμα ἓν ἥμισυ. Μεδὼκ λέγει τοὺς κυάθους. τὰ δὲ μασμαρὼδ λέγει τοὺς διυλιστῆρας. Κύαθος πῆ μὲν εἰς ἁπλοῦν ποτήριον, ὅ ἐστι ξέστου ἑνός, πῆ δὲ εἰς τριπλοῦν, ὅ ἐστι ξεστῶν τριῶν. ἀντλητήριον δὲ ἔστιν ἀπὸ κεραμίου ἀντλοῦν διὰ μακρᾶς λαβῆς. κύαθος ἔχει οὐγγίαν μίαν, ὁ δὲ τοῦ ἐλαίου οὐγγίαν μίαν ἥμισυ, ὁ δὲ τοῦ οἴνου οὐγγίαν μίαν καὶ ἕκτον, ὁ δὲ τοῦ μέλιτος οὐγγίας δύο ἥμισυ. Γομὸρ τὸ μέγα, ὃ καὶ λεθέκ. λεθὲκ δέ, ὡς ἐν τῷ προφήτῃ Ὠσηὲ εἴρηται “ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν„. τὸ οὖν αὐτό ἐστι. δέκα καὶ πέντε γὰρ μόδιοι σημαίνονται. Δραχμὴ γράμματα γ. Δρὰξ ἀλεύρου. δρὰξ χειρὸς ἡ κράτησις. Εἲν τὸ μέγα, ξεστῶν δέκα καὶ ὀκτώ. τὸ δὲ ἅγιον ξεστῶν πέντε ἥμισυ, μετρητῶν ξεστῶν ἑβδομήκοντα δύο. Ἀργύρια καὶ τὰ χαλκᾶ σταθμίας γραμμάτων τριῶν. ἄργυρος τέλειος λίτραις ἑκατόν. ἀργυροῦς καὶ μνᾶ καὶ μάνης οὐγγίαι εἴκοσιν, ὃ γίνεται λίτρα μία οὐγγίαι ὀκτώ. Ἀμφορεὺς ξεστῶν εἴκοσι τεσσάρων. Δύο ἀσσαρίων, λεπτά. ἓν ἀσσάριον σταθμοὶ γραμμάτων ἕξ. Τρία βαλάντια, ὃ καὶ φόλοι, δηναρίων διακοσίων πεντήκοντα, γίνονται λίτραι τριακόσιαι δώδεκα. Δηνάριον σταθμίζει λίτραν μίαν οὐγγίας τρεῖς. Δίδραχμον γραμμάτων ἕξ. Λεπτὸν σάτον ἄγει γράμματα τρία. λεπτόν ἐστι σταθμίον οὐγγίας τὸ τέταρτον.
ἀσὰρ γὰρ ἑβραϊκόν ἐστι, καὶ ἐλαττούμενον καλεῖται ἀσάριον, περὶ οὗ ὁ κύριος λέγει “οὐχὶ δύο στρουθία ἀσαρίου πωλεῖται;„. Μιλλιαρίσιον καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργυροῦ ἄγει οὐγγίας δέκα.
Νόμισμα λίτραι ἑκατὸν εἴκοσι πέντε. νόμισμα ἄλλων γραμμάτων. Νοῦμμον. Νουμᾶς τις βασιλεὺς Ῥωμαίων ἐποίησε, καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη. Ὀβολὸς ὁ οὐκ ἐξ ἀργυρίου, ἀλλ᾽ ἀπὸ σιδήρου πεποιημένος ἄγει γράμματα τρία. ὀβολὸς ὁ ἐξ ἀργυρίου ἄγει γράμματα τρία. Ὁλκὴ ἄγει γράμματα δύο.
著作
文本
在新窗口中打开相关段落。