Καὶ πάλιν λέγει· Πάρεστιν ἡ ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. Καὶ ὁ Ἐκκλησιαστὴς λέγει· Εὐφραίνου, νεανίσκε, ἐκ νεότητός σου, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου, ἕως οὗ μὴ σκοτασθῇ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς. 〈ϙϛ〉 ὅτι οἱ οὐρανοὶ εἰλίσονται— Ησαϊας λέγει· Καὶ εἰλισθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.