Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πίναξ μαθητῶν
Οι πρώτοι δώδεκα εκ των Εβδομήκοντα Αποστόλων
Καταγραφή των πρώτων δώδεκα εκ των Εβδομήκοντα Αποστόλων, συμπεριλαμβανομένων των επτά διακόνων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Οι πρώτοι δώδεκα εκ των Εβδομήκοντα Αποστόλων
Καταγραφή των πρώτων δώδεκα εκ των Εβδομήκοντα Αποστόλων, συμπεριλαμβανομένων των επτά διακόνων.
[Περὶ τῶν οʹ ἀποστόλων. αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου τὸ κατὰ σάρκα, ὁ καὶ ἐπικληθεὶς δίκαιος καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων χειροτονηθείς, λίθοις βληθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ἐκοιμήθη καὶ ἐκεῖ ἐτάφη ἐν τῷ ναῷ πλησίον τῶν ἱερέων.
βʹ. Τιμόθεος ὁ ὑπὸ Παύλου ἐπίσκοπος γενόμενος Ἐφέσου ἐν τῷ Ἰλλυρικῷ καὶ ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἀρξάμενος ἀπὸ Ἐφέσου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.
γʹ. Τίτος ὁ ἐπίσκοπος Κρήτης αὐτῇ τῇ Κρήτῃ, ταῖς τε πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, κἀκεῖσε ἀποθανὼν ἐτάφη ἐνδόξως. δʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτος ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξε· μετέπειτα δὲ Μεδιολάνων ἐπίσκοπος ἐγένετο.
εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον Δαμασκοῦ ἐπίσκοπος ἐγένετο. ϛʹ. Στέφανος ὁ πρωτομάρτυς, ὁ εἷς τῶν ἑπτὰ διακόνων, λιθοβληθεὶς ἐτελειώθη ὑπὸ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ, ὡς Λουκᾶς μαρτυρεῖ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων.
ζʹ. Φίλιππος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ Σίμωνα 〈καὶ〉 τὸν εὐνοῦχον βαπτίσας ἐν Τράλλεσι τῆς Ἀσίας ἐπίσκοπος γέγονεν. ηʹ. Πρόχωρος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, Νικομηδείας τῆς κατὰ Βιθυνίαν ἐπίσκοπος γέγονεν.
θʹ. Νικάνωρ ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, κατ᾽ αὐτὴν τὴν ἡμέραν καὶ αὐτὸς τὸν βίον ἐξετέλεσε, καθ᾽ ἣν καὶ ὁ συνδιάκονος αὐτοῦ καὶ πρωτομάρτυς Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς Χριστόν. ιʹ. Σίμων ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ ἐπίσκοπος Βόστρων Ἀράβων γενόμενος· ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων.
ιαʹ. Παρμενᾶς ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος ἐπ᾽ ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ. ιβʹ. Νικόλαος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος γέγονε μὲν Σαμαρείας ἐπίσκοπος· ἑτεροδοξήσας δὲ ἅμα τῷ Σίμωνι ἀπέστη.
著作
文本
在新窗口中打开相关段落。