Ψ. Βασιλειῶν Βʹ. ὁ Κύριος διὰ Νάθαν τῶι Δαυὶδ μετὰ πολλὰ καὶ ταῦτα φησίν. Κʹ. Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ᾽ αὐτῶν, καθὼς ἀπέστησα ἀφ᾽ ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα. Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ᾽ ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἆρα αἰτίαν φήσουσιν τὸν Θεὸν, ἤτοι τὸν Δαυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.