Ἔργον
Εὐσέβιος Καισαρείας – Ἐλάσσονα ἐπιλύματα τῶν πρὸς Μαρίνον ζητημάτων
Οι δύο τρόποι της χριστιανικής πολιτείας
Ανάλυση της διάκρισης μεταξύ του τέλειου και του δεύτερου, υποδεέστερου τρόπου βίου των χριστιανών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Οι δύο τρόποι της χριστιανικής πολιτείας
Ανάλυση της διάκρισης μεταξύ του τέλειου και του δεύτερου, υποδεέστερου τρόπου βίου των χριστιανών.
αʹ. Εὐσέβιος ἐν τοῖς πρὸς Μαρῖνον τοιάδε φησί· «Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ᾽ ὅλον δι᾽ ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνῃ τῇ τοῦ Θεοῦ θεραπείᾳ προσῳκειωμένον, καθ᾽ ὑπερβολὴν ἔρωτος οὐρανίου. Οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τεθνάναι δοκοῦντες, τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων Θεῷ· οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ᾽ ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ Θεῖον ἐξιλεούμενοι, τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν· καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρόπος, τοιόσδε καθέστηκεν.
Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς, ἀνθρωπινώτερος, καὶ τῷ πρώτῳ λίαν ἀσύγκριτος· ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευομένους, καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας, καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς, μετὰ τοῦ θεοσεβοῦς φροντίζειν. Οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν.»
著作
文本
在新窗口中打开相关段落。