Πρὸ γὰρ ταύτης τῆς δυνάμεως κηρύττειν αὐτοὺς τοῖς ἔθνεσιν οὐκ ἐβούλετο, ἀλλ᾽ ἐκδέχεσθαι καὶ περιμένειν αὐτὴν ἐξ ὕψους μετασχεῖν. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος τὸ χάρισμα ἰδίως ἀφορίζων τῶν λοιπῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος ἐδίδασκε λέγων· «Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων.» Καὶ ἡ προφητεία φησί· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἧς δυνάμεως ὅτε μήπω μετεῖχον, ἠρνήσαντο αὐτὸν οἱ πάντες καὶ ἐσκανδαλίσθησαν κατὰ τὸν καιρὸν τοῦ πάθους· ὅτε δὲ μετέσχον αὐτῆς, πάντες ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις τε καὶ ὁμολογίαις διέπρεψαν· ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδοὺς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν λέγων, «Λάβετε Πνεῦμα ἅγιον.» ιʹ. Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ οὕτως ἐξηγεῖται τὸ προτεθὲν, ὅτι διαιρέσεις χαρισμάτων εἰσὶ κατὰ τὸν Ἀπόστολον, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ πάλιν· ἑκάστῳ δίδοται ἡ φανέρωσις πρὸς τὸ συμφέρον· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἒν μὲν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.»