ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σῳζομένοις, ὁ δ᾽ ἀπολλυμένοις. εἴτε γὰρ σῴζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατάσκευον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασεν τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι; ἀλλ᾽ ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ᾽ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ φεύγειν μηδὲ μένειν μηδ᾽ αἰδεῖσθαι κακὸν εἶναι.