καὶ τούτοις ἐπιλέγει αὐταῖς συλλαβαῖς “ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος [δ᾽], οὐδ᾽ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξικῇ κράτος, οὗτος, οὐδ᾽ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ εὐσκόπου.„ τούτοις τὸν ἄρχοντα κολακεύων ἐπιφέρει λέγων “τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαΐους Ἀστυάγην τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ τοιαῦτα δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐγγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐπ᾽ αὐτοὺς ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ, καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τάδε ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελλίου, κατεπίμπρατο δὲ ὁ ναὸς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ᾽ εὖ κείσεσθαι τὰ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν—καίτοι μειράκιον ἱκανῶς ἦσθα, καὶ οὔπω οὗτος—ἀλλ᾽ ὅμως, ἐπεὶ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τὰ ἐκείνου νῦν ἔχεις.