Ἐπιστήσας δὲ φρουροὺς, καὶ κατ᾽ ὀλίγον ἐρωτᾷν προστάξας, Ὕδωρ ἄφθονόν ἐστι πλημμυρεῖν τὰ ἐπιτήδεια· εἰ διψᾶτε, ἀρνήσασθε τὸν Θεὸν ὑμῶν καὶ σώζεσθε· εἰ τροφῆς δέεσθε, τοῦτο ποιεῖτε, καὶ ἕξετε. Οἱ δὲ μίαν ἐλευθερίαν τὸ μαρτύριον εἶναι καλῶς ἐγνωκότες, μίαν σωτηρίαν τὴν πρὸς τὸν Θεὸν ὁμολόγησιν, μίαν ζωὴν τὸν ἐνταῦθα θάνατον, οὔτε προσφλέγοντα καὶ καίοντα τὸν ἥλιον ἀπηγόρευον, οὔτε πρὸς τὸν καταπονοῦντα λιμὸν ἐπεστρέφοντο, οὔτε τὴν ξηραίνουσαν δίψαν θεραπεύειν ἠνείχοντο· ἀλλ᾽ ἦν αὐτοῖς ψαλμὸς μὲν ἡ τροφὴ, ἔπαινος δὲ Κυρίου τὸ ποτόν.