καὶ ἐπειδὴ τρισὶν ῥητοῖς Μάρκελλος καὶ οἱ τὸν ὅμοιον αὐτῷ τρόπον Σαβελλίζοντες χρῆσθαι εἰώθασιν τὸν πατέρα καὶ τὸν υἱὸν ἓν εἶναι πειρώμενοι δεικνύναι, ποτὲ μὲν 〈τὸ〉 «ἐγὼ καὶ 〈ὁ〉 πατὴρ ἕν ἐσμεν» θρυλοῦντες, ποτὲ δὲ τὸ «ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί» καὶ τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα», πρὸς μὲν τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» τὰ προκείμενα αὐτοῖς προσακτέον δι᾽ ὧν ὑπερεύχεται τῶν αὐτοῦ μαθητῶν, ἵνα καὶ πάντες αὐτοὶ τῆς αὐτῆς ἑνώσεως τύχωσι, λέγει δ᾽ οὖν «ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν». πρὸς δὲ τὸ «ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρὶ» παραθήσομεν τὴν αὐτοῦ πάλιν φωνὴν δι᾽ ἧς ὑπερευχόμενος αὐτῶν ἔλεγεν «καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς» δι᾽ ὧν σαφῶς παρίστησιν οὕτως εἶναι ἐν αὐτῷ τὸν πατέρα καθὼς καὶ ἐν ἡμῖν εἶναι βούλεται· οὐχ ὅτι καθ᾽ ὑπόστασιν μίαν εἷς ὢν τυγχάνει αὐτὸς καὶ ὁ πατήρ, ἀλλ᾽ ὅτι τοῦ πατρὸς μεταδεδωκότος αὐτῷ τῆς οἰκείας δόξης, καὶ αὐτὸς ὁμοίως τοῖς οἰκείοις, τὸν πατέρα μιμούμενος, μεταδίδωσιν. διό φησιν, «κἀγὼ τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν.» «καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν.»