Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτὸν καὶ εἰς τὸν πατέρα καὶ εἰς τὸν Μέγαν Βασίλειον
Το ιερατικό αξίωμα και η τελική δοξολογία
Αναφορά στην ιερατική χειροτονία, απόθεση της αξιότητας στην κρίση του Θεού και επισφράγιση του λόγου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Το ιερατικό αξίωμα και η τελική δοξολογία
Αναφορά στην ιερατική χειροτονία, απόθεση της αξιότητας στην κρίση του Θεού και επισφράγιση του λόγου.
Δʹ. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦντος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρχιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περιτίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστηρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρωπος.
Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πατὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。