Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ ἅγια φῶτα
Επίλογος, προτροπές και τελική δοξολογία
Καταληκτήρια κλήση προς τους πιστούς για πνευματικό εορτασμό και ηθική κάθαρση, προκειμένου να μεθέξουν στο τριαδικό φως, η οποία κλείνει με δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Επίλογος, προτροπές και τελική δοξολογία
Καταληκτήρια κλήση προς τους πιστούς για πνευματικό εορτασμό και ηθική κάθαρση, προκειμένου να μεθέξουν στο τριαδικό φως, η οποία κλείνει με δοξολογία.
Τυχὸν ἐκεῖ τῷ πυρὶ βαπτισθήσονται, τῷ τελευταίῳ βαπτίσματι, τῷ ἐπιπονωτέρῳ τε καὶ μακροτέρῳ, ὃ ἐσθίει ὡς χόρτον τὴν ὕλην, καὶ δαπανᾷ πάσης κακίας κουφότητα. Κʹ. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον, καὶ καλῶς ἑορτάσωμεν, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς; Λούσασθε, καθαροὶ γίνεσθε.
Εἰ μὲν φοινικικοὶ τὴν ἁμαρτίαν ἐστὲ, καὶ ἧττον αἱματώδεις, λευκάνθητε ὡς χιών· εἰ δὲ κόκκινοι καὶ ἄνδρες αἱμάτων τέλειοι, κἂν εἰς ἐρίου λευκότητα φθάσατε. Πάντως δὲ καθάρθητε καὶ καθαίρεσθε. Ὡς οὐδενὶ τοσοῦτον χαίρει Θεὸς, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ, ὑπὲρ οὗ λόγος ἅπας καὶ ἅπαν μυστήριον· ἵνα γένησθε ὡς φωστῆρες ἐν κόσμῳ, ζωτικὴ τοῖς ἄλλοις ἀνθρώποις δύναμις, ἵνα φῶτα τέλεια τῷ μεγάλῳ φωτὶ παραστάντες, καὶ τὴν ἐκεῖσε μυηθῆτε φωταγωγίαν, ἐλλαμπόμενοι τῇ Τριάδι καθαρώτερον καὶ τρανότερον, ἧς νῦν μετρίως ὑποδέδεχθε τὴν μίαν αὐγὴν ἐκ μιᾶς τῆς θεότητος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。