Τίς δὲ οὐκ ἂν αὐτοὺς ἀγάσαιτο τῆς παιδεύσεως, οἳ σαφῶς αὐτοὶ τὰ Χριστοῦ διαιροῦντες καὶ τὸ μὲν ἐγεννήθη καὶ ἐπειράσθη καὶ ἐπείνησε καὶ ἐδίψησεν, ἐκοπίασέ τε καὶ ὕπνωσε, τῷ ἀνθρωπίνῳ προσνέμοντες, τὸ δὲ ὑπὸ ἀγγέλων ἐδοξάσθη, καὶ τὸν πειραστὴν ἐνίκησε καὶ ἔτρεψεν, οὕτω καὶ ὕπερθε θαλάσσης ἐπέζευσε, τῇ θεότητι λογιζόμενοι· καὶ τὸ μὲν «Ποῦ τεθείκατε Λάζαρον» ἡμέτερον εἶναι λέγοντες, τὸ δὲ «Λάζαρε, δεῦρο ἔξω» βοᾶν καὶ τὸν τετραήμερον νεκρὸν ἐγείρειν, ὑπὲρ ἡμᾶς· καὶ τὸ μὲν ἠγωνίασε καὶ ἐσταυρώθη καὶ ἐτάφη, τοῦ προκαλύμματος, τὸ δὲ ἐθάρσησε καὶ ἀνέστη καὶ ἀνέβη, τοῦ θησαυρίσματος;