Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Τούτους ζηλώσωμεν, μὴ τῶν δαιτυμόνων τοὺς ἀπληστοτέρους, ἢ τῶν ἐμπόρων· ὧν οἱ μὲν ἀμέτρως ἐμφορηθέντες τῶν προκειμένων, οἱ δὲ τὴν ναῦν φορτίσαντες, θᾶττον ἐῤῥάγησαν καὶ συγκατέδυσαν, ἤ τι τῆς ἀπληστίας ἀπέλαυσαν, ἵνα μικρὰ κερδάνωσι, τὰ μεγάλα ζημιωθέντες. Ἐγὼ μὲν οὖν ταῦτα καὶ βοῶ καὶ διαμαρτύρομαι, καὶ τὸ τῆς Γραφῆς ποιῶν οὐ παύσομαι· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω· καὶ γὰρ ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀναιρουμένοις, οἵτινες οὐ τραυματίαι μαχαίρας, οὐδὲ τραυματίαι λιμοῦ γινόμεθα, τραυματίαι δὲ φιλοδοξίας ἢ φιλαρχίας· ὡς μηδὲ τὸ ἐλεεῖσθαι μᾶλλον ἢ τὸ μισεῖσθαι συμβαίνειν τοῖς πίπτουσιν.