Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τὸν πατέρα (λόγος ιβ΄)
Προοίμιο και παράδοση στο Άγιο Πνεύμα
Ο ιεράρχης δηλώνει την πλήρη υποταγή και εξάρτησή του από το Άγιο Πνεύμα, θεωρώντας τον εαυτό του όργανο της θείας βούλησης.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο και παράδοση στο Άγιο Πνεύμα
Ο ιεράρχης δηλώνει την πλήρη υποταγή και εξάρτησή του από το Άγιο Πνεύμα, θεωρώντας τον εαυτό του όργανο της θείας βούλησης.
ΛΟΓΟΣ ΙΒʹ. Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ᾽ ἐπέτρεψεν αὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας. Αʹ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα Πνεῦμα, καὶ δίδωμι τὰ ἐμαυτοῦ πάντα, καὶ ἐμαυτὸν τῷ Πνεύματι, καὶ πρᾶξιν, καὶ λόγον, καὶ ἀπραξίαν, καὶ σιωπήν· μόνον ἐχέτω με, καὶ ἀγέτω, καὶ κινείτω καὶ χεῖρα, καὶ νοῦν, καὶ γλῶσσαν, ἐφ᾽ ἃ δεῖ καὶ βούλεται· καὶ ἀπαγέτω πάλιν ἀφ᾽ ὧν δεῖ, καὶ ὧν ἄμεινον. Ὄργανόν εἰμι θεῖον, ὄργανον λογικὸν, ὄργανον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καὶ κρουόμενον. Χθὲς ἐνήργει τὴν σιωπήν; τὸ μὴ λέγειν ἐφιλοσόφουν. Σήμερον κρούει τὸν νοῦν; ἠχήσω τὸν λόγον, καὶ φιλοσοφήσω τὸ φθέγγεσθαι. Καὶ οὔτε λάλος οὕτως εἰμὶ, ὡς λέγειν ἐπιθυμεῖν, τὸ σιωπᾷν ἐνεργούμενος· οὔτε σιωπηλὸς οὕτω καὶ ἀμαθὴς, ὡς ἐν καιρῷ λόγου τιθέναι φυλακὴν τοῖς χείλεσιν· ἀλλὰ καὶ κλείω καὶ ἀνοίγω τὴν ἐμὴν θύραν Νῷ, καὶ Λόγῳ, καὶ Πνεύματι, τῇ μιᾷ συμφυΐᾳ τε καὶ θεότητι.
著作
文本
在新窗口中打开相关段落。