Ἀλλὰ περὶ μὲν τῆς τοῦ ἀριθμοῦ τῶν ἡμερῶν αἰτίας ταῦτα ὑπενοήσαμεν, εἴτε δὲ ὀρθῶς εἴτε καὶ μή, ἐν τῇ κρίσει τῶν ἀκροατῶν καταλείψομεν· οὐ γὰρ ἀπόφασις ὁ λόγος ἐστίν, ἀλλὰ γυμνασία καὶ ζήτησις. εἰ δὲ ζητεῖς δι᾽ ἀκριβείας ἰδεῖν ἐν τῷ πάθει τῶν ἡμερῶν τούτων τὴν προθεσμίαν (λείπει γὰρ τῷ ἀριθμῷ οὐκ ὀλίγον, εἰ μετὰ τὴν ἐνάτην τῆς παρασκευῆς ὥραν ἀριθμοίης τὸν χρόνον, ἀφ᾽ ἧς ταῖς πατρῴαις χερσὶ τὸ πνεῦμα παρέθετο), μικρὸν ἐπίσχες καὶ παρέξει σοι τυχὸν ὁ λόγος τὴν περὶ τούτου σαφήνειαν. τίς οὖν ὁ λόγος; ἀνάβλεψον εἰς τὸ μεγαλεῖον τῆς θείας δυνάμεως καὶ οὐκ ἀγνοήσεις τὸ ἐν τῷ τόπῳ ζητούμενον· μνήσθητι τῆς δεσποτικῆς ἀποφάσεως, τί περὶ ἑαυτοῦ ἀποφαίνεται ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, πῶς αὐτοκρατορικῇ ἐξουσίᾳ καὶ οὐ φύσεως ἀνάγκῃ διαζεύγνυσι τὴν ψυχὴν ἐκ τοῦ σώματος, ἐν οἷς φησιν ὅτι Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. τοῦτό μοι στήτω καὶ τὸ ζητούμενον σεσαφήνισται.