Ἄρατε, φησί, τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς· ζυγὸν δὲ λέγει τὴν τῶν ἐντολῶν ἐργασίαν. Ὑπακούσωμεν τῷ κελεύοντι· γενώμεθα τοῦ Χριστοῦ ὑποζύγιον, ταῖς ζεύγλαις τῆς ἀγάπης ἑαυτοὺς ἐνδήσαντες. μὴ ἀποσεισώμεθα τὸν τοιοῦτον ζυγόν· χρηστός ἐστιν, ἐλαφρός ἐστιν, οὐ τρίβει τὸν αὐχένα τοῦ ὑπελθόντος, ἀλλὰ λεαίνει. Σπείρωμεν ἐπ᾽ εὐλογίαις, φησὶν ὁ ἀπόστολος, ἵνα καὶ ἐπ᾽ εὐλογίαις θερίσωμεν. πολύχους ὁ στάχυς ἐκ τῆς τοιαύτης ἀναβλαστήσει σπορᾶς· βαθὺ τῶν ἐντολῶν τοῦ κυρίου τὸ λήιον· ὑψηλὰ τὰ τῆς εὐλογίας γεννήματα. βούλει μαθεῖν εἰς ὅσον ἀνατείνεται ὕψος τῶν γεννημάτων ἡ αὔξησις; αὐτῶν τῶν οὐρανίων ὑψωμάτων ἐφάπτεται· ὅσα γὰρ ἂν τούτοις ποιήσῃς, τοῖς οὐρανίοις θησαυροῖς καρποφορεῖς. μὴ ἀπελπίσῃς τῶν λεγομένων μηδὲ εὐκαταφρόνητον λογίσῃ τῶν τοιούτων τὴν φιλίαν. ἡ χεὶρ ἠκρωτηρίασται, ἀλλ᾽ οὐκ ἀσθενεῖ πρὸς συμμαχίαν· ὁ ποὺς ἠχρείωται, ἀλλὰ πρὸς τὸν θεὸν οὐ κωλύεται τρέχειν· ὁ ὀφθαλμὸς ἐξερρύη, ἀλλὰ βλέπει διὰ τῆς ψυχῆς τὰ ἀγαθὰ τὰ ἀθέατα. μὴ τοίνυν τὴν ἀμορφίαν κατανόει τοῦ σώματος. μικρὸν ἀνάμεινον καὶ ὄψει τὸ παντὸς θαύματος ἀπιστότερον· οὐ γὰρ ὅσα περὶ τὴν ῥευστὴν φύσιν συμβέβηκε, ταῦτα καὶ εἰς ἀεὶ παραμένει. ἀλλ᾽ ὅταν ἐλευθερωθῇ τῆς πρὸς τὸ φθαρτόν τε καὶ γήϊνον συμπλοκῆς ἡ ψυχή, τότε τῷ ἰδίῳ κάλλει ἐνωραίζεται.