εὐθὺς γὰρ ὁμοῦ τε τοὺς ὑπὲρ τῆς μετανοίας τῷ θεῷ προσήγαγε λόγους, καὶ εἰς συναίσθησιν ἐλθὼν τῆς τοῦ θεοῦ περὶ αὐτὸν εὐμενείας, δημοσιεύει τὴν χάριν καὶ τῇ δωρεᾷ ἐπαγάλλεται, λέγων Εἰσήκουσε κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· κύριος τὴν προσευχήν μου προσεδέξατο. ὡς ἂν οὖν εἰς τὸ διηνεκὲς αὐτῷ τὸ ἀγαθὸν παραμένοι τὸ ἐκ τῆς μετανοίας αὐτῷ προσγενόμενον καὶ μὴ δευτέρας πάλιν μετανοίας χρείαν ὁ βίος λάβοι, ἀποστραφῆναι τοὺς ἐχθροὺς αὐτοῦ δεῖται δι᾽ αἰσχύνης μαστιγουμένους. ὁ γὰρ αἰσχυνθεὶς ἐπὶ τῇ τοῦ κακοῦ ἐγχειρήσει, παιδαγωγῷ πρὸς τὸ μηκέτι τοῖς αὐτοῖς συνενεχθῆναι τῇ αἰσχύνῃ χρώμενος, τῆς τῶν ὁμοίων πείρας εἰς τὸν ἐφεξῆς χρόνον ἀφέξεται. αὕτη τοίνυν τῆς ἀγαθῆς ἀναβάσεως ἡ ἀκολουθία· ὁ τέταρτος ψαλμὸς τὸ ἄυλον ἀγαθὸν ἀπὸ τοῦ σωματικοῦ καὶ σαρκωδεστέρου διέκρινεν· ὁ πέμπτος τοῦ τοιούτου ἀγαθοῦ τὴν κληρονομίαν ἐπηύξατο· ὁ ἕκτος τὸν καιρὸν τῆς κληρονομίας ὑπέδειξε τῆς ὀγδόης μνησθείς· ἡ ὀγδόη τὸν τῆς κρίσεως ἐφανέρωσε φόβον· ἡ κρίσις τοῖς καθ᾽ ἡμᾶς ἁμαρτωλοῖς προλαβεῖν τῇ μετανοίᾳ τὰ φοβερὰ συνεβούλευσεν· εἶτα ἡ μετάνοια ἡ κατὰ λόγον τῷ θεῷ προσαχθεῖσα τὸ ἐξ αὐτῆς ἡμῖν γινόμενον κέρδος εὐηγγελίσατο εἰποῦσα ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ μετὰ δακρύων πρὸς αὐτὸν ἐπιστρέφοντος.