Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν παράδεισον
Συνδυαστική θεώρηση του παραδείσου και δοξολογία
Προτροπή για ταυτόχρονη υλική και πνευματική κατανόηση του παραδείσου, η οποία ολοκληρώνεται με δοξολογία προς τον Δημιουργό.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Συνδυαστική θεώρηση του παραδείσου και δοξολογία
Προτροπή για ταυτόχρονη υλική και πνευματική κατανόηση του παραδείσου, η οποία ολοκληρώνεται με δοξολογία προς τον Δημιουργό.
Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι τοῦ παραδείσου ἐκείνου καὶ φθάσαι καὶ αὐτὸς εἰς τὰς αὐγὰς τοῦ θείου φωτός· ἔνθα τὸ φῶς τῆς γνώσεως ἀνατέλλει, ἔνθα ὁ παράδεισος τῆς τρυφῆς πεφύτευται. κἂν χωρίον δέ τι νοῇς σωματικόν, δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς διαιτῶνται τῆς τοῦ θεοῦ ἀπολαύοντες χάριτος κατὰ ἀξίαν ἀμοιβὴν καὶ τῆς ἀληθινῆς καὶ μακαρίας τερπνότητος, οὐκ ἀποπίπτεις τάχα οὐδ᾽ οὕτως τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ᾽ οὖν ἐρριζωμέναι εἰσὶ καὶ παγίως ἐρηρεισμέναι αἱ ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὁ θεός. ἂν μὲν οὖν σάρκινος ᾖς καὶ μεγάλην ἡγῇ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ ἐκείνου παραδείσου καὶ τὴν ἡδίστην ἐμφόρησιν, καὶ πρὸς ταῦτα ἐπείγου ὡς ἐκεῖ εὑρήσων χορηγίαν τρυφῆς ἀδιάλειπτον.
εἰ δὲ πνευματικὸς εἶ καὶ ἀνώτερα φρονεῖς τῶν σαρκικῶν ἀπολαύσεων, ἀνάβα τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων, κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς, ἐνοπτρίσθητι τὸν ποταμὸν τοῦ θεοῦ τὸν πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν πόλιν διαρρέει ὁ ποταμὸς οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδέμ, ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν δόξαζε τὸν τούτων δημιουργὸν τὸν τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ διὰ σὲ καὶ τὴν σὴν ἀπόλαυσιν πεποιηκότα καὶ τοιαύτης δόξης σε ἀξιώσαντα, εἰ πρὸς αὐτὸν ἀεὶ ἐπιστρέφεις καὶ συνίεις, παρ᾽ οὗ καὶ ἐφ᾽ ᾧ εἰς τὸ εἶναι παρήχθης· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
著作
文本
在新窗口中打开相关段落。