τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον· σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς ἄλλους λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μὴ ἄρα ἰσχυρῶς ἐνστῇς πρὸς τὴν αἴτησιν. ἀλλὰ ἀποθέμενος τὴν εἰς ἀντιλογίαν σοφίαν τὸν μεταδοτικόν, ὦ θαυμάσιε, ζήλωσον τρόπον, κἀπειδὴ στρωτήρων δεόμεθα πρὸς 〈τὸ〉 τὸν οἶκον ἐρέψαι (κάμακας δ᾽ ἂν εἶπεν ἄλλος σοφιστὴς [μᾶλλον] ἢ χάρακας, ἐγκαλλωπιζόμενος τοῖς ῥηματίοις μᾶλλον ἤπερ τῆς χρείας γινόμενος), νεῦσον πολλῶν ἑκατοντάδων δόσιν. σὺ μὲν γὰρ κἂν ἐκ τοῦ παραδείσου τεμεῖν βουληθῇς, δύναμιν ἔχεις· ἐγὼ δέ, εἰ μὴ σὺ δοίης, ὕπαιθρος διαχειμάσω. μεγαλοψύχησον οὖν, ὦ θαυμάσιε, γράμμα ἐπιθεὶς πρὸς τὸν Ὀσιηνῶν πρεσβύτερον τὴν δόσιν κελεῦον.