Ἡρακλειανῷ αἱρετικῷ Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμιᾶς λόγου περινοίας εἰς παράστασιν τῆς ἀληθείας προσδεῖται, αὐτόθεν ὢν ληπτὸς καὶ σαφὴς ἐκ τῆς πρώτης παραδόσεως, ἣν ἐκ τῆς τοῦ κυρίου φωνῆς παρελάβομεν ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος· Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· διαιρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἴς τε τὸ ἠθικὸν μέρος καὶ εἰς τὴν 〈τῶν〉 δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τοῦ βαπτίσματος παραδόσει κατησφαλίσατο, τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ κατορθοῦσθαι κελεύει. ἀλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἠφείθη παρὰ τοῦ διαβόλου ἀπαρεγχείρητον· ἐπὶ δὲ τοῦ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ ἀντικειμένου σπουδή, τοῦ παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τό, μηδὲ εἴ τι διὰ τῶν ἐντολῶν κατορθωθῇ, κέρδος εἶναι, τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοῖς ἀπατηθεῖσι μὴ συμπαρούσης.