Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εὕρεσις τῆς εἰκόνος ἐν Καμουλιανοῖς
Η ανεύρεση της εικόνας από τον επίσκοπο Γρηγόριο και τα επακόλουθα θαύματα
Η δι' αποκαλύψεως ανεύρεση της κρυμμένης εικόνας με την ακοίμητη κανδήλα και η τέλεση πολλών ιάσεων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η ανεύρεση της εικόνας από τον επίσκοπο Γρηγόριο και τα επακόλουθα θαύματα
Η δι' αποκαλύψεως ανεύρεση της κρυμμένης εικόνας με την ακοίμητη κανδήλα και η τέλεση πολλών ιάσεων.
μετὰ δὲ τὴν ταύτης ἀποβίωσιν ἀπεκαλύφθη ἐμοὶ τῷ ἀναξίῳ Γρηγορίῳ ἐν τοῖς Καμουλιανοῖς, ἐν τῷ αὐτῆς κατοικητηρίῳ διὰ τοῦ ἁγίου πνεύματος καὶ ἀπελθὼν κατὰ τὸν ὑποδειχθέντα μοι τόπον ἐξορύξας τὸν τοῖχον, εὗρον γλωσσόκομον, ἐν ᾧ ἀπέκειτο 〈ὁ〉 ἅγιος χαρακτὴρ τοῦ πατρικοῦ ἀπαυγάσματος, καὶ τὴν φωταγωγὸν τὴν παρὰ τῆς μακαρίας γυναικὸς ἀπῃωρηθεῖσαν ἐκ πλείστων χρόνων καὶ ἀμνημονεύτων ἀνάπτουσαν, ὢ τοῦ θαύματος, καὶ θυμιατήριον μικρὸν τὴν εὐωδίαν παρέχον τοῦ θυμιάματος. τοῦτο πρῶτον καὶ μέγιστον θαῦμα τοῖς ἐμοῖς ὀφθαλμοῖς ἑώρακα ἐγὼ ὁ ἐλάχιστος ἐπίσκοπος καὶ οὕτω φανερὸν πᾶσι κατέστησα[ν] καὶ ἐν τῇ Καισαρέων μητροπόλει ᾑρετισάμην τεθῆναι. δι᾽ οὗ καὶ πολλὰ ἰάματα ἐγένετο, ὅσα καὶ ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, τυφλῶν τε καὶ χωλῶν καὶ δαιμονιζομένων καὶ παραλυτικῶν παραχρῆμα ἰαθέντων, ὅπως τὸ πλήρωμα τῆς χάριτος καὶ τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος ἐμφανὲς γένηται, ὅτι αὐτὸς ὁ ἐνανθρωπήσας λόγος τοῦ ἀνάρχου πατρὸς καὶ ζῇ καὶ κεκραταίωται καὶ διαμένει καὶ βασιλεύ〈ει〉 εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
著作
文本
在新窗口中打开相关段落。