Ἔργον
Γρηγόριος ὁ Νύσσης – Κατὰ πορνείας
Η αποστολική προτροπή και ο πνευματικός πόλεμος
Εισαγωγή στη διδασκαλία του Αποστόλου Παύλου για την αποφυγή της πορνείας μέσα από την προοπτική του πνευματικού αγώνα.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η αποστολική προτροπή και ο πνευματικός πόλεμος
Εισαγωγή στη διδασκαλία του Αποστόλου Παύλου για την αποφυγή της πορνείας μέσα από την προοπτική του πνευματικού αγώνα.
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ Ο ΔΕ ΠΟΡΝΕΥΩΝ ΕΙΣ ΤΟ ΙΔΙΟΝ ΣΩΜΑ ΑΜΑΡΤΑΝΕΙ Φοβερὰ τῆς ἀποστολικῆς παραγγελίας ἡ σάλπιγξ, πολλὰ μὲν καὶ ἄλλα τὸν τῆς εὐσεβείας μαρτυρομένη στρατόν, μάλιστα δὲ τῶν τῆς αἰσχρότητος βαράθρων ἐλαύνουσα, καὶ δὴ καὶ στρατιωτικὸν πρὸς τῷ τέλει παράγγελμα προστιθεῖσα.
Φεύγετε γάρ, φησί, τὴν πορνείαν. [πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν.] οἱ γὰρ τῶν αἰσθητῶν στρατιῶται πολέμων νῦν μὲν ἀντιπροσώπῳ συμβολῇ νῦν δὲ φυγῇ κεχρημένοι τὰς παρατάξεις σοφίζονται. ἔστι καὶ πόλεμος ψυχαῖς ἀντιστάσει καὶ φυγῇ στρατηγούμενος. καὶ τοῦτο Παῦλος εἰδὼς ὁ τῶν τῆς εὐσεβείας τακτικῶν δι᾽ ἑκατέρας ἄγων τὸν στρατὸν εὐτεχνίας νῦν μὲν τὴν [μάχην] ἐπιμονὴν παραγγέλλει· Στῆτε περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, νῦν δὲ φυγῇ σοφίζεσθαι τὸ πολεμοῦν συμβουλεύει· Φεύγετε τὴν πορνείαν. ἂν πόλεμος ἀπιστίας προσβάλῃ, χρήσιμος πρὸς ἐκεῖνον ἀντίστασις, ἂν δόλων ἀπειλῆται παράταξις, καλὴ ἡ πρὸς τούτους τοὺς ἀνταγωνιστὰς προσδρεία, ἂν συκοφαντίας ἐπιφέρηται τόξον, λυσιτελὴς ἀντιπρόσωπος συμβολὴ πρὸς τὸ ψεῦδος, ὅταν δὲ μορφὴ πορνικὴ τοξεύῃ, νῶτα διδόναι καλὸν καὶ τὴν ἀντιπρόσωπον φεύγειν· κατευστοχεῖ γὰρ ὀφθαλμῶν ἡ πορνεία καὶ δεῖ μεμνῆσθαι τοῦ στρατηγοῦ παραγγέλλοντος· Φεύγετε τὴν πορνείαν.
著作
文本
在新窗口中打开相关段落。