阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ πορνείας

Γρηγόριος ὁ Νύσσης

Επίλογος και τελικές προτροπές

Ολοκλήρωση του λόγου με αναφορές στην εκκλησιαστική ευταξία, αίτηση προσευχών και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ἐβουλόμην ὑμῶν μηδὲ πρὸς μικρὸν διαζεύγνυσθαι· τί γὰρ γλυκύτερον πατρὶ συνουσίας ἀγαπωμένων υἱῶν; ἀλλ᾽ ἐπειδὴ καλεῖ πρὸς ἀγῶνας τῆς εὐσεβείας ὁ λόγος, δεῖ δραμεῖν πρὸς τὰ σκάμματα τῆς ἐκκλησίας εὐχῶν συνεργοὺς εἰληφότα. ἀλλ᾽ ἐκεῖνο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην· φυλάττετε τὴν ἐκκλησιαστικὴν εὐταξίαν, κἄν τινες ταραχὰς παρεμβάλλωσι, νικᾶτε μακροθυμίᾳ τὰς ταραχάς· ἔσται γὰρ οὐκ εἰς μακρὰν τῶν θορύβων διόρθωσις. μὴ ταράττεσθε φήμαις, μὴ φλυαρίαις παρακινεῖσθε, ἀλλ᾽ εὐχὰς ἡμῖν συνοδοιπόρους συμπέμψατε, ἵνα ταῖς εὐχαῖς ὑμῶν δυναμούμενοι εἴπωμεν ἐν παντὶ καιρῷ παρὰ τῆς θείας βοηθούμενοι ἰσχύος· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.