Αὐξάνεσθε καὶ πληθύνεσθε. Αὐξάνεσθε, ἵνα μὴ ἀτελὲς διαμείνῃ τὸ ποίημα· Πληθύνεσθε, ἵνα μὴ ἐν ἑνὶ ἡ κτίσις περιορισθῇ. Πληρώσατε δὲ οὐ τῇ κατοικήσει· οὕτω γὰρ ἂν ἐστενοχωρήθημεν ζῶντες, εἰ τοσαύτη ἦν ἡ γῆ, ὅση ἡμᾶς ἐκμετρεῖ. ἀλλὰ πληρώσατε τῷ λόγῳ τῆς ἐξουσίας. κατὰ τὸ κυριεύειν πάσης τῆς γῆς τὸ Πληρώσατε λέγει. οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεψυγμένην καὶ ἄβατον, οὐχὶ καὶ ταύτην οἰκοῦσιν ἄνθρωποι καὶ πληροῦσι τὴν γῆν. ἀλλὰ κυρίως πληροῦμεν αὐτήν, ὅταν εἰδῶμεν τῷ λογισμῷ πόσον τὸ μέτρον τῆς διακεκαυμένης καὶ ἀοικήτου, πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, ὅταν τὸ χρήσιμον αὐτῆς ἐκλεξάμενοι τὸ ὅσον ἄχρηστον καὶ ἀσυντελὲς εἰς δίαιταν ἀποπεμψώμεθα. ὥστε τὸ Πληρώσατε τὴν γῆν ἀντὶ τοῦ κύριοι γένεσθε τῆς γῆς. οὐ γὰρ ἐπειδὴ πάσης αὐτῆς τὴν χρῆσιν οὐκ ἔχομεν, οὐδὲ πάσης ἐκ τούτου κυριεύειν νομιζόμεθα. οὐδὲ γὰρ σὺ τὸν σῖτον ὠνησάμενος οὐκ εἶ διὰ τοῦτο τοῦ παντὸς κύριος, ἐπειδὴ ἐν τῷ σίτῳ τὸ μὲν ἐδώδιμον τὸ δὲ ἀπόβλητον εὑρίσκεις καὶ ἀποβάλλῃ, καὶ τὰ λιθίδια μὲν ὡς ἄχρηστα ἀπορρίπτεις ἐκεῖθεν ἀναλεγόμενος καὶ εἴ τι ἄλλο ἐπιμέμικται τῷ σίτῳ ἀνεπιτήδειον πρὸς τροφήν, τὸ δὲ ἄχυρον ἀποφυσήσας καὶ τὰ ζιζάνια ἀποκρίνας τὸ ὅσον καθαρὸν μόνον πρὸς οἰκείαν ἐπιλέγῃ βρῶσιν.