Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας
Η σύσταση του σώματος και η αναγκαιότητα της ισοκρατίας
Εξέταση της ανθρώπινης φύσεως βάσει της μίξεως των αντιθέτων ποιοτήτων και η σημασία της συμμετρίας για την υγεία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η σύσταση του σώματος και η αναγκαιότητα της ισοκρατίας
Εξέταση της ανθρώπινης φύσεως βάσει της μίξεως των αντιθέτων ποιοτήτων και η σημασία της συμμετρίας για την υγεία.
Εἰ δὲ τῇ χρείᾳ καὶ τὸ ἡδὺ πολλάκις συγκαταμέμικται—πάντα γὰρ οἶδεν ἐφηδύνειν ἡ ἔνδεια τῷ σφοδρῷ τῆς ὀρέξεως τὸ τῇ χρείᾳ παρευρεθὲν ἅπαν καταγλυκαίνουσα—, οὐκ ἀπωστέον τὴν χρείαν διὰ τὴν ἐπακολουθοῦσαν ἀπόλαυσιν· οὔτε μὴν κατὰ τὸ προηγούμενον μεταδιωκτέον τὴν ἡδονήν, ἀλλ᾽ ἐκ πάντων ἐκλεγομένους τὸ χρήσιμον ὑπερορᾶν προσήκει τοῦ τὰς αἰσθήσεις εὐφραίνοντος. ... τὸ σῶμα συνέστηκε· θερμόν τε γὰρ ψυχρῷ συγκεκρᾶσθαι καὶ ὑγροῦ πρὸς ξηρὸν εἶναι μίξιν παράλογον, 〈τούτων〉 τῇ διὰ μέσου τῶν συζυγιῶν οἰκειότητι πρὸς τὰ ἐναντία συναπτομένων. Καί τινι λεπτουργίᾳ τοιαύτῃ τὸν λόγον φυσιολογῶν ἀπεδείκνυ, φάσκων ἕκαστον τούτων ἐκ διαμέτρου πρὸς τὸ ἀντικείμενον ἀφεστὸς τῇ φύσει διὰ τῆς συγγενείας τῶν παρακειμένων ποιοτήτων τοῖς ἐναντίοις συνάπτεσθαι. Τοῦ γὰρ ψυχροῦ καὶ τοῦ θερμοῦ κατὰ τὸ ἴσον ὑγροῖς τε καὶ ξηροῖς ἐγγινομένων, καὶ τὸ ἔμπαλιν τοῦ ὑγροῦ τε καὶ ξηροῦ ἐν τοῖς θερμοῖς τε καὶ ψυχροῖς ὁμοίως συνισταμένων, ἡ τῶν ποιοτήτων ταὐτότης ἐπίσης τοῖς ἐναντίοις ἐμφαινομένη δι᾽ ἑαυτῆς ποιεῖ τῶν ἀντικειμένων τὴν σύνοδον. Ἀλλὰ τί μοι τὰ καθ᾽ ἕκαστον δι᾽ ἀκριβείας διεξιέναι, ὅπως ταῦτα καὶ τέτμηται ἀπ᾽ ἀλλήλων τῇ ἐναντιώσει τῆς φύσεως καὶ πάλιν ἥνωται τῇ συγγενείᾳ τῶν ποιοτήτων ἀλλήλοις ἀνακιρνάμενα;
Πλὴν οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι συνεβούλευεν ὁ τὴν τοῦ σώματος φύσιν τῇ θεωρίᾳ ταύτῃ κατανοήσας προνοεῖν ὡς οἷόν τε τῆς ἰσοκρατείας τῶν ποιοτήτων· ἐν τούτῳ γὰρ εἶναι τὸ ὑγιαίνειν, ἐν τῷ μηδὲν ὑπὸ τοῦ ἑτέρου τῶν ἐν ἡμῖν δυναστεύεσθαι. Οὐκοῦν ἐπιμελητέον ἡμῖν τῆς τοιαύτης καταστάσεως πρὸς τὴν ....
著作
文本
在新窗口中打开相关段落。