阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς ἐγγαστριμύθου πρὸς Θεοδόσιον ἐπίσκοπον

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και σκοπός της επιστολής

Εισαγωγικός χαιρετισμός προς τον επίσκοπο Θεοδόσιο και δήλωση της πρόθεσης να δοθούν απαντήσεις στα τεθέντα ερωτήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΔΙΑ ΤΗΝ ΕΓΓΑΣΤΡΙΜΨΘΟΝ ΠΡΟΣ ΘΕΟΔΟΣΙΟΝ ΕΠΙΣΚΟΠΟΝ Ὁ εἰπὼν τοῖς ἑαυτοῦ μαθηταῖς Ζητεῖτε καὶ εὑρήσετε, δώσει πάντως καὶ τὴν πρὸς τὸ εὑρεῖν δύναμιν τοῖς φιλομαθῶς κατὰ τὴν ἐντολὴν τοῦ κυρίου διερευνωμένοις καὶ ἀναζητοῦσι τὰ κεκρυμμένα μυστήρια· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, ὑπὲρ τὴν αἴτησιν ἐπιδαψιλευόμενος τῇ μεγαλοδωρεᾷ τῶν χαρισμάτων. οὐκοῦν Πρόσεχε τῇ ἀναγνώσει, τέκνον Τιμόθεε· πρέπειν γὰρ οἶμαι τῇ τοῦ μεγάλου Παύλου φωνῇ πρὸς τὴν σὴν ἀγαθότητα χρήσασθαι καὶ Δώῃ σοι κύριος σύνεσιν ἐν πᾶσιν, ὥστε σε πλουτισθῆναι Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. νῦν δὲ περὶ ὧν ἐπέταξας· ὅσαπερ ἂν ὁ κύριος ὑποβάλῃ, δι᾽ ὀλίγων ὑπηρετήσασθαί σου τῇ προθυμίᾳ καλῶς ἔχειν ἐδοκίμασα, ὡς ἂν διὰ τούτων μάθοις ὅτι χρὴ δι᾽ ἀγάπης ἀλλήλοις δουλεύειν ἡμᾶς ἐν τῷ ποιεῖν τὰ ἀλλήλων θελήματα.